§10.4.1μετὰ δὲ ταῦτα οἵ τε ὕπατοι καὶ τῶν πατρικίων οἱ πλεῖστον δυνάμενοι τραχύτερον ἤδη αὐτῶν προσιόντες καθήπτοντο λέγοντες, ὡς οὐκ ἐπιτρέψουσιν αὐτοῖς νόμους εἰσηγεῖσθαι καὶ τούτους ἀπροβουλεύτους.
此后,执政官和贵族中势力最大的人们,开始对护民官采取更为强硬的态度,严厉指责他们,宣称决不允许他们引入法律,尤其是未经元老院预先决议的法律。
συνθήκας γὰρ εἶναι κοινὰς πόλεων τοὺς νόμους, οὐχὶ μέρους τῶν ἐν ταῖς πόλεσιν οἰκούντων.
因为他们说,法律是城邦共同的契约,而不是居住在城邦中的一部分人的契约。
τοῦ τε πονηροτάτου ὀλέθρου καὶ ἀνηκέστου καὶ οὐδʼ εὐσχήμονος ἀρχὴν ἀπέφαινον εἶναι πόλεσί τε καὶ οἴκοις, ὅταν τὸ §10.4.2κάκιστον τῷ κρατίστῳ νομοθετῇ.
他们指出,这是最邪恶且无可救药、甚至极不体面的毁灭的开端,无论对于城邦还是对于家庭,只要最劣等的人对最优秀的人立法。
ποίαν δὲ ὑμεῖς, ἔφασαν, ὦ δήμαρχοι, νόμων εἰσφορᾶς ἢ ἀναιρέσεως ἐξουσίαν ἔχετε;
他们说:“护民官们,你们对于法律的引入或废除,究竟有什么权力?
οὐκ ἐπὶ ῥητοῖς μὲν δικαίοις ταύτην τὴν ἀρχὴν παρὰ τῆς βουλῆς ἐλάβετε, τοῖς δʼ ἀδικουμένοις ἢ κατισχυομένοις τῶν πενήτων βοηθεῖν ᾐτήσασθε τοὺς δημάρχους, ἄλλο δὲ μηδὲν πολυπραγμονεῖν;
你们难道不是根据预先约定的权利从元老院那里获得这一官职的吗? 你们难道不是只要求护民官向那些受委屈或被压迫的穷人提供援助,而不干预其他任何事情吗?
εἰ δʼ οὖν καὶ πρότερον ἦν τις ὑμῖν δύναμις, ἣν οὐκ ἐκ τοῦ δικαίου βιασάμενοι ἡμᾶς ἐλάβετε, ὑποκατακλινομένης ἑκάστῳ πλεονεκτήματι τῆς βουλῆς, οὐχὶ καὶ ταύτην νῦν ἀπολωλέκατε τῇ μεταβολῇ τῶν ἀρχαιρεσιῶν;
即使你们以前确实拥有某种权力——那是你们不凭正义而是通过强迫我们获得的,当时元老院屈服于你们的每一次贪婪——难道你们现在没有因为选举方式的改变而失去这一权力吗?
§10.4.3οὔτε γὰρ βουλῆς δόγμα ὑμᾶς οὐκέτι ἀποδείκνυσιν ἐπὶ τὴν ἀρχήν, οὔτε αἱ φρᾶτραι τὴν ψῆφον ὑπὲρ ὑμῶν ἐπιφέρουσιν, οὔτε ἱερὰ προθύεται τοῖς θεοῖς πρὸ τῶν ἀρχαιρεσιῶν, ἃ κατὰ νόμους ἐχρῆν ἐπιτελεῖσθαι, οὔτε ἄλλο τῶν πρὸς τοὺς θεοὺς εὐσεβῶν ἢ πρὸς ἀνθρώπους ὁσίων οὐθὲν ἐπὶ τῆς ἀρχῆς τῆς ὑμετέρας γίνεται.
因为既不再有元老院的决议任命你们担任该官职,库里亚大会也不再为你们投票,选举前也不再向神明献上预祭——这本是按照法律应当举行的——在你们的官职中,也既没有对神明的敬虔,也没有对人类的圣洁义务。
τίνος οὖν ὑμῖν ἔτι μέτεστι τῶν ἱερῶν καὶ σεβασμοῦ δεομένων, ὧν ἕν τι καὶ ὁ νόμος ἦν, ἐξαρνησαμένοις ἅπαντα τὰ νόμιμα;
那么,既然你们否定了一切合法的传统,在神圣和需要尊崇的事物(法律也是其中之一)中,你们还分享什么呢?
§10.4.4ταῦτά τε δὴ τοῖς δημάρχοις ἔλεγον οἱ πρεσβύτεροι καὶ οἱ νέοι αὐτῶν καθʼ ἑταιρίας διεξιόντες ἀνὰ τὴν πόλιν καὶ τοὺς μὲν ἐπιεικεστέρους τῶν δημοτῶν ὁμιλίαις ἀνελάμβανον κεχαρισμέναις, τοὺς δʼ ἀπειθεῖς καὶ ταραχώδεις ἀπειλαῖς κατεπλήττοντο κινδύνων, εἰ μὴ συμφρονήσειαν· ἤδη δέ τινας τῶν πάνυ ἀπόρων καὶ ἀπερριμμένων, οἷς οὐθενὸς τῶν κοινῶν παρὰ τὰ ἴδια κέρδη φροντὶς ἦν, παίοντες ὥσπερ ἀνδράποδα ἀνεῖργον ἐκ τῆς ἀγορᾶς.
” 他们中的年长者和年轻人们成群结党地走遍全城,对护民官们说着这些话;他们通过令人愉快的谈话争取了平民中较为温和的人,而对于那些不服从和制造混乱的人,则用若不顺从就将面临危险的威胁来恐吓他们;甚至,对于一些极度贫困和被遗弃、除了个人私利之外对公共事务毫无关怀的人,他们像对待奴隶一样殴打他们,并把他们从广场上驱逐出去。