§10.42.1τῇ δʼ ἑξῆς ἡμέρᾳ παραλαβόντες οἱ δήμαρχοι τοὺς ἐπιφανεστάτους τῶν δημοτικῶν ἐσκόπουν, ὅ τι χρήσονται τοῖς πράγμασι, κοινὸν μὲν τοῦτο καὶ παρὰ πάντων ὁμολογούμενον εἰληφότες, τὸ μὴ τοὺς ὑπάτους ἄγειν ὑπὸ τὴν δίκην, ἀλλὰ τοὺς ὑπηρετοῦντας αὐτοῖς ἰδιώτας, ὧν κολαζομένων ἔμελλε τοῖς πολλοῖς τῶν πολιτῶν ἐλάττων ἔσεσθαι λόγος, ὥσπερ ὁ Σίκκιος ὑπετίθετο·
第二天,护民官召集了平民中最杰出的人,商讨如何应对眼前的局势。 他们达成了一个人人同意的共同前提,即不把执政官交付审判,而是起诉那些协助他们的普通公民。 正如西基乌斯所建议的那样,一旦这些人受到惩罚,大多数公民的顾虑就会减少。
περὶ δὲ τοῦ πλήθους τῶν ὑπὸ τὰς αἰτίας ἀχθησομένων ὅσον εἶναι χρή, καὶ περὶ τοῦ ὀνόματος ὃ θήσονται τῇ δίκῃ, καὶ μάλιστα περὶ τοῦ τιμήματος πηλίκον ἔσται τὸ μέγεθος, ἐπιμελῆ §10.42.2ποιούμενοι ζήτησιν.
与此同时,关于应被指控的人数多寡、给审判冠以什么罪名,尤其是关于罚金的数额应当多大,他们进行了仔细的调查。
οἱ μὲν οὖν χαλεπώτεροι τὰς φύσεις ἐπὶ τὸ μεῖζόν τε καὶ φοβερώτερον ἅπαντα ταῦτα προάγειν παρῄνουν, οἱ δʼ ἐπιεικέστεροι τοὐναντίον ἐπὶ τὸ μετριώτερον καὶ φιλανθρωπότερον, ὁ δὲ ταύτης ἡγούμενος τῆς γνώμης καὶ πείσας αὐτοὺς ἦν Σίκκιος, ὁ τοὺς ἐν τῷ δήμῳ περὶ τῆς κληρουχίας διελθὼν λόγους.
那些性格较为严苛的人建议将所有这些事情推向更大、更可怕的境地,而较为温和的人则相反,主张采取更适度、更仁慈的途径。 而这一意见的倡导者并说服他们的是西基乌斯,也就是那个在平民中发表关于分配土地演讲的人。
§10.42.3ἔδοξε δʼ οὖν αὐτοῖς τὸ μὲν ἄλλο πλῆθος τῶν πατρικίων ἐᾶσαι, Κλοιλίους δὲ καὶ Ποστομίους καὶ Σεμπρωνίους ἐπὶ τὸν δῆμον ἄγειν, ὧν ἔπραξαν ὑφέξοντας δίκας·
因此,他们决定放过其他大多数贵族,而将克洛伊利乌斯家族、波斯图米乌斯家族和塞姆普罗尼乌斯家族的人带到平民面前,为他们的所作所为接受审判。
ἐγκαλεῖν δʼ αὐτοῖς, ὅτι τῶν ἱερῶν νόμων, οὓς περὶ τῶν δημάρχων ἐκύρωσεν ἡ βουλὴ καὶ ὁ δῆμος, οὐθενὶ δεδωκότων ἐξουσίαν ἀναγκάζειν τοὺς δημάρχους ὑπομένειν τι τῶν ἀβουλήτων ὥσπερ τοὺς ἄλλους πολίτας, ἐκεῖνοι κατασχόντες αὐτοὺς ἐκώλυσαν ἐπὶ τέλος ἄγειν τὴν περὶ τοῦ νόμου διάγνωσιν.
对他们的指控是:尽管元老院和平民针对护民官通过的神圣法律,没有赋予任何人强迫护民官违背意愿服从任何事情的权力(就像对待其他公民那样),但那些人却制止了护民官,并阻止他们将关于该法律的表决进行到底。
§10.42.4τίμημα δʼ ἐφάνη ταῖς δίκαις ὁρίσαι μήτε θάνατον μήτε φυγὴν μήτʼ ἄλλο ἐπίφθονον μηδέν, ἵνα μὴ τοῦτʼ αὐτοῖς γένηται σωτηρίας αἴτιον, ἀλλὰ τὰς οὐσίας αὐτῶν ἱερὰς εἶναι Δήμητρος, τὸ μετριώτατον ἐκλεξαμένοις τοῦ νόμου μέρος.
关于审判的处罚,他们认为不应规定死刑、流放或任何其他令人反感惩罚,以免这成为他们得救的借口,而是规定将他们的财产充公给农业女神得墨忒耳,这是选择该法律中最为温和的部分。
§10.42.5ἐγίνετο ταῦτα, καὶ παρῆν ὁ χρόνος, ἐν ᾧ τὰς κατὰ τῶν ἀνδρῶν ἔδει συντελεῖσθαι δίκας.
事情就这样进行着,对这些人进行审判的时候到了。
τοῖς δʼ ὑπάτοις καὶ τῶν ἄλλων πατρικίων τοῖς παραληφθεῖσιν εἰς τὸ συνέδριον — ἔτυχον δʼ οἱ κράτιστοι παρακληθέντες — ἐδόκει συγχωρεῖν τοῖς δημάρχοις ἐπιτελέσαι τὰς δίκας, ἵνα μή τι μεῖζον κωλυθέντες ἐξεργάσωνται κακόν, καὶ τοῖς δημόταις ἐπιτρέπειν ἀγριαινομένοις εἰς τὰ χρήματα τῶν ἀνδρῶν ἐκχέαι τὴν χολήν, ἵνα τιθασώτεροι γένωνται τὸ λοιπόν, λαβόντες ὁποσηνοῦν παρὰ τῶν ἐχθρῶν δίκην, ἄλλως τε καὶ τῆς εἰς χρήματα ζημίας εὐδιόρθωτον ἐχούσης τοῖς πεπονθόσι τὴν συμφοράν·
执政官以及被召集到元老院的其他贵族们(恰好最有力的人都被召集了)认为,应当允许护民官完成审判,以免他们在受到阻碍时做出更大的恶事;同时也允许愤怒的平民向这些人的财产宣泄怒火,以便在从敌人那里获得无论多少的惩罚之后,他们在未来能变得更加驯服,尤其是因为财产上的损失对于遭受这一不幸的人来说是很容易弥补的。
§10.42.6ὅπερ καὶ συνέβη.
事实也正是如此。
ἁλόντων γὰρ τῶν ἀνδρῶν ἐρήμους τὰς δίκας, ὅ τε δῆμος ἀγριαινόμενος ἐπαύσατο, καὶ τοῖς δημάρχοις ἐδόκει τις ἀποδεδόσθαι μετρία καὶ πολιτικὴ βοήθεια, τοῖς τε ἀνδράσι τὰς οὐσίας οἱ πατρίκιοι παρὰ τῶν ὠνησαμένων ἐκ τοῦ δημοσίου τῆς ἴσης λυσάμενοι τιμῆς ἀπέδοσαν.
因为当这些人在缺席审判中被判有罪时,愤怒的平民便平息了下来,护民官也觉得得到了某种适度且符合公民社会的保护。 而贵族们则以同等的价格,从向公库购买了这些人财产的人手中将其赎回,并归还给了他们。
καὶ τὰ μὲν κατεπείγοντα δεινὰ τοῦτον τὸν τρόπον χρησαμένων τοῖς πράγμασιν αὐτῶν διελέλυτο.
由于他们以这种方式处理了局势,迫在眉睫的危险得以化解。