§10.41.1μετὰ ταῦτα οἵ τε δήμαρχοι καὶ οἱ ὕπατοι παρῆσαν, καὶ λέγειν ὁ κῆρυξ ἐκέλευσε τὸν βουλόμενον τοῦ νόμου κατηγορεῖν.
此后,护民官和执政官们均到场,传令官命令任何想要谴责该法律的人发言。
πολλῶν δὲ καὶ ἀγαθῶν ἀνδρῶν παριόντων οὐθενὸς ἐξάκουστος ἦν ὁ λόγος ὑπὸ τοῦ θορύβου τε καὶ τῆς ἀκοσμίας τῶν ἐκκλησιαζόντων.
然而,尽管有许多优秀的人走上前,但由于集会者的喧嚣和无秩序,没有一个人的发言能被听清。
οἱ μὲν γὰρ ἐπεκέλευόν τε καὶ ἐπεθάρρυνον τοὺς λέγοντας, οἱ δʼ ἐξέβαλλόν τε καὶ κατεβόων.
因为一部分人鼓噪并鼓励发言者,而另一部分人则排斥并大声呵斥他们。
ἐκράτει δὲ οὔτε ὁ τῶν συλλαμβανόντων ἔπαινος, οὔτε ὁ τῶν ἀντιπραττόντων θόρυβος.
支持者的赞扬与反对者的喧嚣,哪一方都没能占上风。
§10.41.2ἀγανακτούντων δὲ τῶν ὑπάτων καὶ μαρτυρομένων, ὅτι τῆς βίας ὁ δῆμος ἄρχει λόγον οὐκ ἀξιῶν ὑπομένειν, ἀπελογοῦντο οἱ δήμαρχοι πρὸς ταῦτα, ὅτι ἤδη πέμπτον ἔτος τῶν αὐτῶν ἀκούοντες λόγων οὐθὲν ποιοῦσι θαυμαστόν, εἰ μὴ ἀξιοῦσιν ὑπομένειν ἑώλους καὶ κατημαξευμένας ἀντιλογίας.
执政官们感到愤慨并抗议道,平民不愿容忍发言,这是在带头诉诸暴力;对此,护民官们辩解道,既然平民已经连续五年听着同样的论调,那么如果他们不愿忍受那些陈腐和陈词滥调的反驳,也绝非什么奇怪的事。
§10.41.3ὡς δὲ τὸ πλεῖον τῆς ἡμέρας εἰς ταῦτα ἐδαπανήθη, καὶ ὁ δῆμος ἀπῄτει τὰς ψήφους, οὐκέτι ἀνασχετὸν ἡγησάμενοι τὸ πρᾶγμα οἱ νεώτατοι τῶν πατρικίων διίστασθαι τε βουλομένοις κατὰ φυλὰς τοῖς δημόταις ἐμποδὼν ἐγίνοντο καὶ τὰ ἀγγεῖα τῶν ψήφων τοὺς ἔχοντας ἀφῃροῦντο καὶ τῶν ὑπηρετούντων τοὺς μὴ βουλομένους ταῦτα ἀφιέναι τύπτοντές τε καὶ §10.41.4ὠθοῦντες ἐξέβαλλον.
当一天的大部分时间都耗费在这些事情上、且平民要求投票时,年轻的贵族们认为事态已不容忍受,便阻碍那些想要按部落分散投票的平民,强行夺走持有投票箱之人的投票箱,并且对那些不愿放手的随从施以殴打和推搡,将他们驱逐出去。
κεκραγότων δὲ τῶν δημάρχων καὶ εἰς μέσους αὐτοὺς ὠθουμένων ἐκείνοις μὲν ὑπεχώρουν καὶ παρεῖχον ὅποι βούλοιντο χωρεῖν ἀδεῶς, τοῦ δʼ ἄλλου δήμου τὸ ἑπόμενον αὐτοῖς οὐ παρίεσαν, ὥστʼ ἀνωφελὴς ἦν ἡ τῶν ἀρχόντων βοήθεια.
当护民官们大声呼喊并推搡着挤入他们中间时,贵族们确实对他们让步,并允许他们无所畏惧地走向任何他们想去的地方,但他们不放过跟随在护民官后面的其他平民,以至于官员们的援助毫无用处。
τέλος δʼ οὖν ἐπεκράτησαν οἱ πατρίκιοι καὶ οὐκ εἴασαν ἐπικυρωθῆναι τὸν νόμον.
最终,贵族们占了上风,没有让法律获得通过。
§10.41.5οἱ δὲ προθυμότατα συλλαβέσθαι δόξαντες τοῖς ὑπάτοις ἐκ τριῶν οἰκιῶν ἦσαν, Ποστόμιοι καὶ Σεμπρώνιοι καὶ τρίτοι Κλοίλιοι, γένους τε ἀξιώσει λαμπρότατοι καὶ ἑταιρίαις μεγάλα δυνάμενοι πλούτῳ τε καὶ δόξῃ καὶ τοῖς κατὰ πόλεμον ἔργοις ἐπιφανεῖς·
被认为最热心协助执政官的人来自三个家族:波斯图米乌斯家族、塞姆普罗尼乌斯家族和第三个克洛伊利乌斯家族。
καὶ τοῦ μὴ κυρωθῆναι τὸν νόμον οὗτοι ὡμολογοῦντο αἰτιώτατοι γενέσθαι.
他们在出身的高贵上最为显赫,凭借党派力量拥有巨大权势,并因财富、名望和战功而闻名;人们公认,法律之所以未获通过,他们是最大的原因。