Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.39.1-10.39.4

号召批准土地法并惩办妨碍投票者

第 779 段,共 962 段 · 希腊语

内容简介

演讲者批评平民默忍其官员遭受暴力,敦促他们批准土地法,坚决反抗年轻贵族的投票干扰,并起诉担任执政官爪牙的私人。

§10.39.1ἐῶ τἆλλα·
其他的事我就不说了。
ἀλλʼ οἱ νῦν ἄρχοντες ὑμῶν, ὅτι τοῖς κατισχυομένοις τῶν δημοτικῶν ἠξίουν βοηθεῖν, οὓς ὑμεῖς ἱεροὺς καὶ ἀσύλους ἐποιήσατε τῷ νόμῳ, τί οὐ πεπόνθασι τῶν δεινῶν;
但是你们当前的官员们,因为他们认为应当去援助那些受压迫的平民,而你们曾依法使他们成为神圣不可侵犯的人,他们又遭受了怎样的苦难呢?
οὐχὶ τυπτόμενοι καὶ λακτιζόμενοι καὶ πᾶσαν αἰκίαν ὑπομείναντες ἀπηλάσθησαν ἐκ τῆς ἀγορᾶς;
难道他们不是在遭受拳打脚踢、忍受了各种凌辱之后,被驱逐出广场的吗?
καὶ ὑμεῖς ταῦτα πάσχοντες ἀνέχεσθε καὶ οὐ ζητεῖτε, ὅπως παρʼ αὐτῶν λήψεσθε δίκας ταῖς γοῦν ψήφοις, ἐν αἷς μόναις ἔξεστιν ὑμῖν ἀποδείξασθαι τὴν ἐλευθερίαν.
而你们在遭受这些事情时,竟然还在默默忍受,并且不想方设法至少用你们的选票来惩罚他们吗? 要知唯有在选票中,你们才被允许证明自己的自由。
§10.39.2ἀλλʼ ἔτι καὶ νῦν, ὦ δημόται, φρόνημα λαβόντες ἐλεύθερον τὸν γεωμορικὸν νόμον εἰσφερόντων τῶν δημάρχων ἐπικυρώσατε μηδὲ §10.39.3φωνὴν ἀνασχόμενοι τῶν τἀναντία ἀξιούντων.
但是,即便在今天,公民们,请振作起自由的精神,在护民官提出土地法案时予以批准,而不要去容忍那些提出相反要求之人的声音。
ὑμεῖς δʼ, ὧ δήμαρχοι, παρακλήσεως μὲν εἰς τοῦτο τὸ ἔργον οὐ δεῖσθε· καὶ γὰρ ἤρξατε αὐτοῦ καὶ οὐχ ὑποκατακλίνεσθε, καλῶς ποιοῦντες·
而你们,护民官们,在这一事业中并不需要劝勉;因为你们已经开始了它,且没有屈服,做得很好。
ἐὰν δʼ ἐκ τῶν νέων αὐθάδεια καὶ ἀναίδεια ὑμῖν ἐμποδὼν γένηται τοὺς καδίσκους ἀνατρεπόντων ἢ τὰς ψήφους ἁρπαζόντων ἢ ἄλλο τι περὶ τὴν ψηφοφορίαν ἀκοσμούντων, δείξατε αὐτοῖς ἣν ἔχει τὸ ἀρχεῖον ἰσχύν.
但是,如果年轻人的傲慢和无耻阻碍了你们,他们推翻投票箱、抢夺选票,或者在投票中制造其他混乱,那就向他们展示这一官职所拥有的力量。
§10.39.4καὶ ἐπειδὴ οὐ τοὺς ὑπάτους ἔξεστι παῦσαι τῆς ἐξουσίας, τοὺς ἰδιώτας οἷς πρὸς τὰ βίαια ὑπηρέταις ἐκεῖνοι χρῶνται καταστήσαντες ὑπὸ δίκην, ἀνάδοτε τῷ δήμῳ τὰς περὶ αὐτῶν ψήφους, αἰτιασάμενοι παρὰ τοὺς ἱεροὺς νόμους βιάζεσθαι καὶ καταλύειν ὑμῶν τὴν ἀρχήν.
既然不被允许罢免执政官的权力,那就把他们用作暴力工具的私人控告上法庭,将关于他们的表决权交给平民,指控他们违反神圣法律施加暴力,并试图废除你们的职权。

词汇与语法注释

  1. 10.39.1οἱ νῦν ἄρχοντες ὑμῶν ... τί οὐ πεπόνθασι τῶν δεινῶν; — 主格短语 οἱ νῦν ἄρχοντες ὑμῶν 置于句首,作为悬垂主格(nominative pendens)存在。在夹杂了原因从句和关系从句之后,它充当了主句修辞问句的逻辑主语,该问句字面意思是“他们遭受了什么可怕的事情呢?”
  2. 10.39.1ταῦτα πάσχοντες ἀνέχεσθε — 分词 πάσχοντες 为主格复数,与主语 ὑμεῖς(你们)一致。它表明平民自身正在承受这些苦难(无论是直接承受,还是通过其官员间接承受)并选择隐忍。动词 ἀνέχομαι 搭配补充性分词,意为“容忍做/遭受某事”。
  3. 10.39.3ἀνατρεπόντων — 属格分词 ἀνατρεπόντων(以及随后的 ἁρπαζόντων 和 ἀκοσμούντων)与从介词短语 ἐκ τῶν νέων 中引出的属格复数名词 τῶν νέων 一致。它具体描述了当年轻人的傲慢和无耻阻碍投票时,他们所采取的具体破坏行为。
  4. 10.39.4καταστήσαντες ... αἰτιασάμενοι — 过去时主动分词 καταστήσαντες 和过去时中间兵工分词 αἰτιασάμενοι 均与主句祈使动词 ἀνάδοτε 的主语(护民官)一致。前者表示先决条件或手段(“将……控告上法庭后”),后者表示指控的依据或内容(“指控他们……”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.39.1-10.39.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.39.1-10.39.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。