§10.29.1ταῦτα καὶ πολλὰ τούτοις ὅμοια εἰπὼν παρεστήσατο τοὺς πρεσβυτάτους τῶν πατρικίων κλαίοντας, οὓς ἰδόντες πολλοὶ τῶν δημοτικῶν οὐδʼ αὐτοὶ κατέχειν τὰ δάκρυα ἐδύναντο.
说了这些以及许多类似的话之后,他把最年长的贵族们带到身边,让他们流着泪站在那里,看到这一幕,许多平民自己也无法抑制眼泪。
γενομένης δὲ πολλῆς συμπαθείας πρός τε τὰς ἡλικίας τῶν ἀνδρῶν καὶ πρὸς §10.29.2τὰς ἀξίας μικρὸν ἐπισχὼν ὁ ὕπατος· οὐκ αἰσχύνεσθε, ἔφησεν, ὦ πολῖται, οὐδὲ κατὰ γῆς δύεσθε, εἰ οἵδε οἱ γέροντες ὑπὲρ ὑμῶν τῶν νέων τὰ ὅπλα ἀναλήψονται, ἀλλʼ ὑπομενεῖτε ἀπολειφθῆναι τούτων ἡγουμένων, οὓς ἀεὶ πατέρας ἐκαλεῖτε;
当众人对这些人的年纪以及他们的尊严产生极大同情时,执政官稍微停顿了一下,说道:“市民们啊,难道你们不感到羞耻,不觉得无地自容吗? 如果这些老人在为了你们这些年轻人拿起武器,你们却能忍受在这些你们一向称为‘父亲’的人领兵出征时,自己却留守后方吗?
ὦ σχέτλιοι ὑμεῖς καὶ οὐδὲ πολῖται ταύτης ἄξιοι λέγεσθαι τῆς γῆς, ἣν ἔκτισαν οἱ τοὺς πατέρας ἐπὶ τῶν ὤμων ἐνέγκαντες, οἷς καὶ διʼ ὅπλων καὶ διὰ πυρὸς ὁδοὺς ἀσφαλεῖς θεοὶ παρέσχον.
哦,你们这些无情的人,甚至不配被称为这片土地的市民! 这片土地是由那些用肩膀扛着父亲的人建立的,神明曾为他们开辟了穿过兵刃与烈火的安全通道。
§10.29.3ὡς δὲ κατέμαθεν ὁ Οὐεργίνιος ἀγόμενον τὸν δῆμον ὑπὸ τῶν λόγων, δεδοικώς, μὴ παρὰ τὴν ἑαυτοῦ γνώμην κοινωνεῖν ὑπομείνῃ τοῦ πολέμου, παρελθὼν εἶπεν· ἡμεῖς οὔτʼ ἐγκαταλείπομεν οὔτε προδίδομεν ὑμᾶς, ὦ πατέρες, οὐδʼ ἂν ἀπολειφθείημεν ὑμῶν, ὥσπερ οὐδὲ πρότερον ἠξιώσαμεν οὐδεμιᾶς ἀπολειφθῆναι στρατείας, ἀλλὰ καὶ ζῆν αἱρούμεθα σὺν ὑμῖν καὶ πάσχειν, ὅ τι ἂν τῷ §10.29.4δαίμονι δοκῇ, μεθʼ ὑμῶν.
维尔吉尼乌斯察觉到民众正被这些话语所打动,因担心民众会违背自己的意愿而同意参与战争,便走上前去说道:‘父亲们啊,我们既不遗弃也不背叛你们,我们也不会与你们分离,正如我们以前也从未认为可以缺席任何一次出征一样;相反,我们选择与你们共同生活,并与你们一起承受神灵所意旨的任何苦难。
πρόθυμοι δʼ ἐν παντὶ καιρῷ περὶ ὑμᾶς γεγονότες ἀξιοῦμεν μετρίας παρʼ ὑμῶν τυχεῖν χάριτος, ὥσπερ τῶν κοινῶν κινδύνων ἰσομοιροῦμεν ὑμῖν, οὕτως καὶ τῶν δικαίων τὸ ἴσον ἔχειν, νόμους καταστησάμενοι φύλακας τῆς ἐλευθερίας, οἷς ἅπαντες ἀεὶ χρησόμεθα.
我们在任何时候都对你们怀有热忱,因此我们认为理应从你们那里获得适度的恩惠,正如我们在共同的危险中与你们平分秋色一样,我们也应当在权利上享有平等的份额,通过确立法律作为自由的守护者,使我们所有人都能始终使用它们。
§10.29.5εἰ δὲ προσίσταται τοῦθʼ ὑμῖν, καὶ οὐκ ἀξιοῦτε τοῖς ἑαυτῶν πολίταις ταύτην συγχωρῆσαι τὴν χάριν, ἀλλὰ θανάτου τιμᾶσθε τὸ μεταδοῦναι τῷ δήμῳ τῆς ἰσηγορίας, οὐκέτι φιλονεικοῦμεν ὑμῖν· αἰτησόμεθα δʼ ἑτέραν παρʼ ὑμῶν χάριν, ἧς τυχόντες ἴσως ἂν οὐδὲ καινῶν ἔτι δεηθείημεν νόμων.
但如果这对你们来说是难以接受的,且你们认为不应当向自己的市民让渡这一恩惠,反而将给平民分享平等的发言权视为死罪,那我们便不再与你们争执;我们将向你们请求另一项恩惠,如果得到这项恩惠,我们或许甚至不再需要新的法律。
εἰσέρχεται δʼ ἡμᾶς εὐλάβεια, μή ποτε οὐδὲ ταύτης τύχωμεν, ἐξ ἧς τῇ βουλῇ μὲν οὐδὲν ἔσται βλάβος, τῷ δὲ δήμῳ τιμή τις ὑπάρξει καὶ φιλανθρωπία.
然而我们心中升起一种忧虑,担心我们甚至连这也无法得到——而这项恩惠对元老院毫无损害,对民众而言却是一种荣耀和善意。 ’