Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.22.1-10.22.7

萨宾与埃奎人叛乱及使节受辱

第 762 段,共 962 段 · 希腊语

内容简介

罗马城内政争持续之际,萨宾人和埃奎人发动叛乱,两位执政官随即出征。埃奎人指挥官格拉克斯·科埃利乌斯对罗马使者态度傲慢,并拒绝了他们的要求。

§10.22.1τῷ δʼ ἑξῆς ἐνιαυτῷ Γάιος Ναύτιος τὸ δεύτερον αἱρεθεὶς καὶ Λεύκιος Μηνύκιος παραλαβόντες τὴν ὕπατον ἀρχὴν τέως μὲν ὑπὲρ τῶν πολιτικῶν δικαίων πόλεμον ἐντὸς τείχους ἐπολέμουν πρὸς τοὺς ἅμα Οὐεργινίῳ δημάρχους τοὺς τέταρτον ἔτος ἤδη τὴν αὐτὴν κατασχόντας ἀρχήν.
翌年,第二次当选的盖乌斯·劳提乌斯和卢基乌斯·米努基乌斯接任执政官一职。 在一段时间内,他们为了公民权在城内与维尔吉尼乌斯等护民官进行着政争,而这些护民官已经连续第四年保持相同的职位。
§10.22.2ἐπεὶ δʼ ἀπὸ τῶν πλησιοχώρων ἐθνῶν πόλεμος ἐπεγένετο τῇ πόλει, καὶ δέος ἦν, μὴ τὴν ἀρχὴν ἀφαιρεθῶσιν, ἀσμένως δεξάμενοι τὸ συμβὰν ἀπὸ τῆς τύχης τὸν στρατιωτικὸν ἐποιοῦντο κατάλογον καὶ μερισάμενοι τριχῇ τάς τε οἰκείας καὶ τὰς παρὰ τῶν συμμάχων δυνάμεις μίαν μὲν ἐν τῇ πόλει μοῖραν κατέλιπον, ἧς ἡγεῖτο Κόιντος Φάβιος Οὐιβολανός, τὰς δὲ λοιπὰς αὐτοὶ παραλαβόντες ἐξῄεσαν διὰ ταχέων, ἐπὶ μὲν Σαβίνους Ναύτιος, ἐπὶ δʼ §10.22.3Αἰκανοὺς Μηνύκιος.
但当来自邻近民族的战争降临到这座城市,并且人们担心他们的权力会被剥夺时,他们欣然接受了这一命运的安排,开始进行军事征兵。 他们将本国和盟国提供的军队分成三部分,留下一部留在城内,由昆图斯·法比乌斯·维布拉努斯率领,而他们自己则带着其余的军队迅速出发,劳提乌斯前往迎击萨宾人,而米努基乌斯则前往迎击埃奎人。
ἀμφότερα γὰρ ταῦτα τὰ ἔθνη κατὰ τὸν αὐτὸν χρόνον ἀφειστήκει τῆς Ῥωμαίων ἀρχῆς, Σαβῖνοι μὲν ἐκ τοῦ φανεροῦ, καὶ μέχρι Φιδήνης πόλεως ἤλασαν, ἧς ἐκράτουν Ῥωμαῖοι — τετταράκοντα δʼ εἰσὶν οἱ διὰ μέσου τῶν πόλεων στάδιοι — Αἰκανοὶ δὲ λόγῳ μὲν φυλάττοντες τὰ τῆς νεωστὶ γενομένης συμμαχίας δίκαια, ἔργῳ δὲ καὶ οὗτοι πράττοντες τὰ τῶν πολεμίων.
因为这两个民族在同一时间脱离了罗马人的统治,萨宾人是公开反叛,并一直进军到罗马人控制的菲德奈城——这两座城市之间的距离是四十斯塔迪亚——而埃奎人名义上虽维护着最近缔结的同盟义务,但实际上他们也在做着敌人的勾当。
§10.22.4ἐπὶ γὰρ τοὺς συμμάχους αὐτῶν Λατίνους ἐστράτευσαν, ὡς οὐ γενομένων αὐτοῖς πρὸς ἐκείνους ὁμολογιῶν περὶ φιλίας.
因为他们向自己的盟友拉丁人发起了进攻,理由是他们与那些人之间并未缔结友好协定。
ἡγεῖτο δὲ τῆς στρατιᾶς Γράγχος Κοίλιος, ἀνὴρ δραστήριος ἀρχῇ κοσμηθεὶς αὐτοκράτορι, ἣν ἐπὶ τὸ βασιλικώτερον ἐξήγαγεν.
率领这支军队的是格拉克斯·科埃利乌斯,他是一个活跃的人,被授予了全权指挥官的职务,并且他以更具王者色彩的方式行使这一职务。
ἐλάσας δὲ μέχρι Τύσκλου πόλεως, ἣν Αἰκανοὶ τῷ πρόσθεν ἐνιαυτῷ καταλαβόμενοι καὶ διαρπάσαντες ὑπὸ Ῥωμαίων ἐξεκρούσθησαν, ἀνθρώπους τε πολλοὺς ἐκ τῶν ἀγρῶν συνήρπασε καὶ βοσκήματα, ὅσα κατέλαβε, καὶ τοὺς καρποὺς τῆς γῆς ἐν ἀκμῇ ὄντας ἔφθειρεν.
他一直进军到图斯库鲁姆城,该城在前一年曾被埃奎人占领并蹂躏,后被罗马人逐出。 他从田野里掳走了许多人,带走了他所发现的所有家畜,并毁坏了正值成熟期的大地作物。
§10.22.5ἀφικομένης δὲ πρεσβείας, ἣν ἀπέστειλεν ἡ Ῥωμαίων βουλὴ μαθεῖν ἀξιοῦσα, τί παθόντες Αἰκανοὶ πολεμοῦσι τοῖς Ῥωμαίων συμμάχοις, φιλίας τʼ αὐτοῖς ὀμωμοσμένης νεωστὶ καὶ οὐδενὸς ἐν τῷ μεταξὺ χρόνῳ γενομένου προσκρούσματος τοῖς ἔθνεσι, καὶ παραινούσης τῷ Κοιλίῳ τούς τʼ αἰχμαλώτους αὐτῶν οὓς εἶχεν ἀφιέναι καὶ τὴν στρατιὰν ἀπάγειν καὶ περὶ ὧν ἠδίκησεν ἢ κατέβλαψε Τυσκλάνους δίκην ὑποσχεῖν, πολὺν μὲν χρόνον διέτριψεν ὁ Γράγχος οὐδʼ εἰς λόγους τοῖς πρεσβευταῖς ἐρχόμενος, ὡς ἐν ἀσχολίαις δή §10.22.6τισι γεγονώς.
当罗马元老院派出的使者团抵达时,他们要求得知埃奎人究竟因何故与罗马人的盟友交战,因为双方最近才宣誓友好,且在此期间两族之间没有发生任何摩擦;他们并劝告科埃利乌斯释放他所扣押的俘虏、撤回军队,并为他对图斯库鲁姆人所犯下的不义和损害接受审判。 然而,格拉克斯拖延了很长时间,甚至不肯与使者会谈,借口自己正忙于某些事务。
ἐπεὶ δʼ οὖν ἔδοξεν αὐτῷ προσάγειν τοὺς πρέσβεις, κἀκεῖνοι τοὺς ἐπισταλέντας ὑπὸ τῆς βουλῆς λόγους διεξῆλθον· θαυμάζω.
不过,当他最终决定接见使者,而使者们也陈述完了元老院所委托的话语时,他说:“罗马人啊,我真对你们感到惊讶。
φησίν, ὑμῶν, ὦ Ῥωμαῖοι, τί δή ποτʼ αὐτοὶ μὲν ἅπαντας ἀνθρώπους ἡγεῖσθε πολεμίους, καὶ ὑφʼ ὧν οὐδὲν κακὸν πεπόνθατε, ἀρχῆς καὶ τυραννίδος ἕνεκα, Αἰκανοῖς δʼ οὐ συγχωρεῖτε παρὰ τουτωνὶ Τυσκλάνων ἐχθρῶν ὄντων ἀναπράττεσθαι δίκας, οὐθενὸς ἡμῖν διωμολογημένου περὶ αὐτῶν,
为什么你们自己为了统治和霸权,把所有的人——甚至是那些未曾加害于你们的人——都当作敌人,却不容许埃奎人向这些身为仇敌的图斯库鲁姆人讨回公道?
§10.22.7ὅτε τὰς πρὸς ὑμᾶς ἐποιούμεθα συνθήκας.
要知道,在我们与你们缔结条约时,并没有关于他们的任何约定。
εἰ μὲν οὖν τῶν ὑμετέρων ἰδίων ἀδικεῖσθαί τι ἢ βλάπτεσθαι λέγετε ὑφʼ ἡμῶν, τὰ δίκαια ὑφέξομεν ὑμῖν κατὰ τὰς ὁμολογίας· εἰ δὲ περὶ Τυσκλάνων ἀναπραξόμενοι δίκας ἥκετε, οὐθείς ἐστιν ὑμῖν πρὸς ἐμὲ περὶ τούτων λόγος, ἀλλὰ πρὸς ταύτην λαλεῖτε τὴν φηγόν·
所以,如果你们说你们自己的利益受到了我们的侵害或损害,我们将按照协议接受你们的法办;但如果你们是为了图斯库鲁姆人来讨回公道,那么关于这些事,你们和我之间没有什么好谈的,你们还是去对这棵橡树说吧。
δείξας αὐτοῖς τινα πλησίον πεφυκυῖαν.
”他向他们指了指附近生长着的一棵树。

词汇与语法注释

  1. §10.22.2μὴ τὴν ἀρχὴν ἀφαιρεθῶσιν — 由表示恐惧的词(δέος ἦν)引导的虚拟语气从句。主语是护民官们,表示在战争爆发时,他们担心自己的职权(τὴν ἀρχήν)会被剥夺。
  2. §10.22.4ἣν ἐπὶ τὸ βασιλικώτερον ἐξήγαγεν — 关系代词 ἣν 的先行词是 ἀρχῇ ... αὐτοκράτορι(全权指挥官的职位)。该句意为他将该权力向着更具王者(或专制)色彩的方向延伸(行使)。
  3. §10.22.5ὡς ἐν ἀσχολίαις δή τισι γεγονώς — 连词 ὡς 与完成时分词 γεγονώς 连用,表示主观的借口或伪装(“假装好像……”)。小词 δή 带有讽刺意味,强调他虚假地表现出繁忙的样子。
  4. §10.22.7λαλεῖτε τὴν φηγόν — 动词 λαλέω(说话)通常接与格,此处却直接带宾格 τὴν φηγόν(橡树)。这是一种生动的表达,用以强调对使者的冷酷拒绝:“对橡树说话吧(让它听你们说)”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.22.1-10.22.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.22.1-10.22.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。