§10.15.1συνέβη δὲ αὐτῷ πάντων διαμαρτεῖν ὧν ἤλπισεν οὔτε δούλων αὐτομολησάντων πρὸς αὐτὸν οὔτε φυγάδων κατελθόντων οὔτε ἀτίμων καὶ καταχρέων τὸ ἴδιον κέρδος ἀντὶ τοῦ κοινῇ συμφέροντος ἀλλαξαμένων, τῆς τε ἔξωθεν ἐπικουρίας οὐ λαβούσης χρόνον ἱκανὸν εἰς παρασκευὴν τοῦ πολέμου· τρισὶ γὰρ ἢ τέτταρσι ταῖς πρώταις ἡμέραις τέλος εἰλήφει τὰ πράγματα μέγα δέος καὶ πολλὴν ταραχὴν Ῥωμαίοις παρασχόντα.
然而,他所期望的一切都落空了,既没有奴隶向他投诚,也没有亡命者归来,那些被剥夺公民权和负债累累的人也没有为了公共利益而放弃私人利益。 此外,外部的援助也没有获得足够的时间来准备战争;因为在最初的三天或四天之内,事态就已经结束,给罗马人造成了极大的恐惧和混乱。
§10.15.2ἐπεὶ γὰρ ἑάλω τὰ φρούρια, κραυγῆς ἄφνω γενομένης καὶ φυγῆς τῶν περὶ ἐκείνους οἰκούντων τοὺς τόπους, ὅσοι μὴ παραχρῆμα ἐσφάγησαν, ἀγνοοῦντες οἱ πολλοὶ τὸ δεινὸν ὅ τι ποτʼ ἦν ἁρπάσαντες τὰ ὅπλα συνέτρεχον, οἱ μὲν ἐπὶ τὰ μετέωρα χωρία τῆς πόλεως, οἱ δʼ εἰς τοὺς ἀναπεπταμένους αὐτῆς τόπους πολλοὺς σφόδρα ὄντας, οἱ δʼ εἰς τὰ παρακείμενα πεδία·
因为当要塞被占领时,周围居民中突发一阵惊呼和逃窜(除了那些当场被杀戮的人以外),大多数人并不知道危险究竟是什么,便纷纷拿起武器聚集在一起,有的奔向城邦的高处,有的奔向城邦中非常多的开阔地带,有的则奔向邻近的平原。
ὅσοι δʼ ἡλικίας ἐν τῷ παρηκμακότι ἦσαν καὶ ῥώμης σώματος ἐν τῷ ἀδυνάτῳ, τὰ τέγη τῶν οἰκιῶν κατεῖχον ἅμα γυναιξὶν ὡς ἀπὸ τούτων ἀγωνιούμενοι πρὸς τοὺς εἰσεληλυθότας· ἅπαντα γὰρ αὐτοῖς ἐδόκει μεστὰ εἶναι πολέμου.
而那些年纪已经过了壮年、身体力量衰弱的人,则与妇女们一起占领了房顶,以便从那里与侵入者战斗;因为在他们看来,到处都充满了战争。
§10.15.3ἡμέρας δὲ γενομένης ὡς ἐγνώσθη τὰ κεκρατημένα τῆς πόλεως φρούρια καὶ ὅστις ἦν ὁ κατέχων ἀνὴρ τοὺς τόπους, οἱ μὲν ὕπατοι προελθόντες εἰς τὴν ἀγορὰν ἐκάλουν τοὺς πολίτας ἐπὶ τὰ ὅπλα, οἱ δὲ δήμαρχοι προσκαλεσάμενοι τὸν δῆμον εἰς ἐκκλησίαν ἔλεγον, ὅτι τῷ μὲν συμφέροντι τῆς πόλεως οὐδὲν ἀξιοῦσι πράττειν ἐναντίον, δίκαιον δὲ ὑπολαμβάνουσιν εἶναι τηλικοῦτον ἀγῶνα μέλλοντα τὸν δῆμον ὑπομένειν ἐπὶ ῥητοῖς τισι καὶ διωρισμένοις ἐπὶ τὸ
天亮后,当得知城邦的要塞已被占领,以及控制这些地方的人是谁时,执政官们便走向广场,召集公民武装起来;而护民官们则召集民众召开大会,表示他们并不主张做任何违反城邦利益的事,但他们认为,既然民众将要承受如此重大的斗争,那么在某些明确且限定的条款下走向危险才是公正的。
§10.15.4κινδύνευμα χωρεῖν. εἰ μὲν οὖν, ἔφασαν λέγοντες, ὑπισχνοῦνταί τε ὑμῖν οἱ πατρίκιοι καὶ πίστεις βούλονται δοῦναι τὰς ἐπὶ θεῶν, ὅτι καταλυθέντος τοῦδε τοῦ πολέμου συγχωρήσουσιν ὑμῖν ἀποδεῖξαι νομοθέτας καὶ τὸν λοιπὸν χρόνον ἐν ἰσηγορίᾳ πολιτεύεσθαι, συνελευθερῶμεν αὐτοῖς τὴν πατρίδα· εἰ δὲ οὐθὲν ἀξιοῦσι ποιεῖν τῶν μετρίων, τί κινδυνεύομεν καὶ τὰς ψυχὰς ὑπὲρ αὐτῶν προιέμεθα μηθενὸς ἀγαθοῦ μέλλοντες ἀπολαύσεσθαι;
“因此,”他们发言说,“如果贵族向你们承诺,并愿意在神前立下誓言,保证在战争结束后允许你们指定立法者,并在以后的时间里在言论平等的权利下参与国政,那么我们就与他们共同解放祖国;但如果他们不愿做任何合理的事,既然我们不能享受到任何好处,我们为什么要冒着生命危险为他们牺牲呢?
§10.15.5ταῦτα λεγόντων αὐτῶν καὶ τοῦ δήμου πειθομένου καὶ μηδὲ φωνὴν ὑπομένοντος ἀκούειν τῶν ἄλλο τι παραινούντων ὁ μὲν Κλαύδιος οὐθὲν ἠξίου δεῖσθαι τοιαύτης συμμαχίας, ἥτις οὐχ ἑκούσιος, ἀλλʼ ἐπὶ μισθῷ καὶ οὐδὲ τούτῳ μετρίῳ βοηθεῖν βούλεται τῇ πατρίδι, ἀλλʼ αὐτοὺς ἔφη τοὺς πατρικίους ἑαυτῶν σώμασι καὶ τῶν συνόντων αὐτοῖς πελατῶν ὁπλισαμένους, καὶ εἴ τι ἄλλο πλῆθος ἐθελούσιον αὐτοῖς συναρεῖται τοῦ πολέμου, μετὰ τούτων πολιορκεῖν τὰ φρούρια·
” 在他们这样说、民众也听从,并且不愿倾听任何提出其他建议之人的声音时,克劳狄乌斯主张,绝不需要这样一种并非出于自愿、而是为了报酬(而且绝非适度的报酬)才愿意援助祖国的盟友。
ἐὰν δὲ μηδʼ οὕτως ἀξιόχρεως ἡ δύναμις αὐτοῖς εἶναι δοκῇ, Λατίνους τε καὶ Ἕρνικας παρακαλεῖν, ἐὰν δʼ ἀνάγκη, καὶ δούλοις ἐλευθερίαν ὑπισχνεῖσθαι καὶ πάντας μᾶλλον ἢ τοὺς ἐπὶ τοιούτων καιρῶν μνησικακοῦντας σφίσι παρακαλεῖν.
相反,他说,贵族自己应该武装自己以及依附于他们的保护民,如果还有其他自愿加入战争的群众,就和他们一起围攻要塞;如果即便如此,他们仍认为力量不足,就应该请求拉丁人和赫尔尼奇人援助,如果有必要,甚至可以向奴隶许诺自由,召集任何人,也绝不召集那些在此关键时刻对他们怀恨在心的人。
§10.15.6ὁ δʼ ἕτερος τῶν ὑπάτων Οὐαλέριος ἀντέλεγε πρὸς ταῦτα οὐκ οἰόμενος δεῖν ἠρεθισμένον τὸ δημοτικὸν ἐκπολεμῶσαι τελέως τοῖς πατρικίοις, εἶξαί τε συνεβούλευε τῷ καιρῷ καὶ πρὸς μὲν τοὺς ἔξωθεν πολεμίους τά γε δίκαια ἀντιτάττειν, πρὸς δὲ τὰς πολιτικὰς διατριβὰς τὰ μέτρια καὶ εὐγνώμονα.
但另一位执政官瓦莱里乌斯对此表示反对,他认为不应该让被激怒的平民与贵族彻底敌对,他建议顺应时局,对外部敌人展现正义,而对内部的纷争则采取温和与理智的态度。
§10.15.7ἐπειδὴ δὲ τοῖς πλείοσι τῶν ἐν τῷ συνεδρίῳ τὰ κράτιστα ἐδόκει λέγειν, προελθὼν εἰς τὴν ἐκκλησίαν καὶ λόγον εὐπρεπῆ διεξελθὼν τελευτῶν τῆς δημηγορίας ὤμοσεν, ἐὰν ὁ δῆμος συνάρηται μετὰ προθυμίας τοῦ πολέμου καὶ καταστῇ τὰ πράγματα τῆς πόλεως, συγχωρήσειν τοῖς δημάρχοις προθεῖναι τῷ πλήθει τὴν περὶ τοῦ νόμου διάγνωσιν, ὃν εἰσέφερον ὑπὲρ τῆς ἰσονομίας, καὶ σπουδάσειν, ὅπως ἐπὶ τῆς ἑαυτοῦ ἀρχῆς ἐπὶ τέλος ἀχθῇ τὰ δόξαντα τῷ δήμῳ.
既然在元老院中大多数人认为他所说的是最佳方案,他便走向民众大会,发表了得体的演说,并在演说结束时宣誓:如果民众热心地参与战争且城邦的局势得以平定,他将允许护民官将他们为了法律平等而提出的法案提交民众表决,并尽力在他自己的任期内使民众决定的事情得以最终实现。
ἦν δὲ ἄρα οὐθὲν αὐτῷ πεπρωμένον ἐπιτελέσαι τῶν ὁμολογηθέντων πλησίον οὔσης τῆς τοῦ θανάτου μοίρας.
然而,由于他的死期已近,他注定无法完成任何达成的协议。