§1.89.1ἃ μὲν οὖν ἐμοὶ δύναμις ἐγένετο σὺν πολλῇ φροντίδι ἀνευρεῖν Ἑλλήνων τε καὶ Ῥωμαίων συχνὰς ἀναλεξαμένῳ γραφὰς ὑπὲρ τοῦ τῶν Ῥωμαίων. γένους, τοιάδʼ ἐστίν.
因此,通过阅读许多希腊人和罗马人的著作,我费尽心思所能发现的关于罗马人起源的事,就是这些。
ὥστε θαρρῶν ἤδη τις ἀποφαινέσθω πολλὰ χαίρειν φράσας τοῖς βαρβάρων καὶ δραπετῶν καὶ ἀνεστίων ἀνθρώπων καταφυγὴν τὴν Ῥώμην ποιοῦσιν Ἑλλάδα πόλιν αὐτήν, ἀποδεικνύμενος μὲν κοινοτάτην τε πόλεων καὶ φιλανθρωποτάτην, ἐνθυμούμενος. ὅτι τὸ μὲν τῶν Ἀβοριγίνων φῦλον Οἰνωτρικὸν ἦν, τοῦτο δὲ Ἀρκαδικόν· §1.89.2μεμνημένος δὲ τῶν συνοικησάντων αὐτοῖς Πελασγῶν, οἳ Θετταλίαν καταλιπόντες Ἀργεῖοι τὸ γένος ὄντες εἰς Ἰταλίαν ἀφίκοντο· Εὐάνδρου τε αὖ καὶ Ἀρκάδων ἀφίξεως, οἳ περὶ τὸ Παλλάντιον ᾤκησαν, Ἀβοριγίνων αὐτοῖς παρασχόντων τὸ χωρίον· ἔτι δὲ Πελοποννησίων τῶν σὺν Ἡρακλεῖ παραγενομένων, οἳ κατῴκησαν ἐπὶ τοῦ Σατορνίου· τελευταῖον δὲ τῶν ἀπαναστάντων ἐκ τῆς Τρωάδος καὶ συγκερασθέντων τοῖς προτέροις.
所以现在任何人都可以满怀信心地宣告,对那些把罗马当作蛮族、逃跑者和无家可归者的避难所的人说一声彻底的再见,罗马本身就是一座希腊城市;这一方面表明它是最开放、最仁慈的城市,另一方面也考虑到原住民的部族是奥诺特里亚人,而这奥诺特里亚人又是阿卡迪亚人;并且记住与他们同住的佩拉斯吉人,他们离开了色萨利,出生于阿耳戈斯,来到了意大利;以及埃凡德罗斯和阿卡迪亚人的到来,他们居住在帕兰提翁周围,由原住民为他们提供土地;还有随赫拉克勒斯而来的伯罗奔尼撒人,他们居住在萨托尼乌斯山上;最后是那些从特洛伊迁出并与前者融合的人。
τούτων γὰρ ἂν οὐδὲν εὕροι τῶν ἐθνῶν οὔτε ἀρχαιότερον οὔτε Ἑλληνικώτερον.
因为在这些民族中,人们找不到任何一个比他们更古老或更具希腊色彩的了。
§1.89.3αἱ δὲ τῶν βαρβάρων ἐπιμιξίαι, διʼ ἃς ἡ πόλις πολλὰ τῶν ἀρχαίων ἐπιτηδευμάτων ἀπέμαθε, σὺν χρόνῳ ἐγένοντο.
但是,由于与蛮族的混杂,这座城市随着时间的推移忘却了许多古老的习惯。
καὶ θαῦμα μὲν τοῦτο πολλοῖς ἂν εἶναι δόξειε τὰ εἰκότα λογισαμένοις, πῶς οὐχ ἅπασα ἐξεβαρβαρώθη Ὀπικούς τε ὑποδεξαμένη καὶ Μαρσοὺς καὶ· Σαυνίτας καὶ Τυρρηνοὺς καὶ Βρεττίους Ὀμβρικῶν τε καὶ Λιγύων καὶ Ἰβήρων καὶ Κελτῶν συχνὰς μυριάδας ἄλλα τε πρὸς τοῖς εἰρημένοις ἔθνη τὰ μὲν ἐξ αὐτῆς Ἰταλίας, τὰ δʼ ἐξ ἑτέρων ἀφιγμένα τόπων μυρία ὅσα οὔτε ὁμόγλωττα οὔτε ὁμοδίαιτα, ὧν καὶ βίους σύγκλυδας ἀναταραχθέντας ἐκ τοσαύτης διαφωνίας πολλὰ τοῦ παλαιοῦ §1.89.4κόσμου τῆς πόλεως νεοχμῶσαι εἰκὸς ἦν· ἐπεὶ ἄλλοι γε συχνοὶ ἐν βαρβάροις οἰκοῦντες ὀλίγου χρόνου διελθόντος ἅπαν τὸ Ἑλληνικὸν ἀπέμαθον, ὡς μήτε φωνὴν Ἑλλάδα φθέγγεσθαι μήτε %5ἐπιτηδεύμασιν Ελλήνων χρῆσθαι, μήτε θεοὺς τοὺς αὐτοὺς νομίζειν, μήτε νόμους τοὺς ἐπιεικεῖς, ᾧ μάλιστα διαλλάσσει φύσις Ἑλλὰς βαρβάρου, μήτε τῶν ἄλλων συμβολαίων μηδʼ ὁτιοῦν.
对于考虑到合理可能性的人来说,这似乎是一件奇事:即它如何没有完全蛮族化,尽管它接纳了奥皮卡人、马尔西人、萨姆尼特人、埃特鲁里亚人和布雷蒂亚人,以及成千上万的翁布里亚人、利古里亚人、伊比利亚人和凯尔特人,还有除了上述民族之外,从意大利本土或其他地方来的无数其他民族,他们既不同语言也不同生活方式,他们的杂乱生活方式在如此巨大的不和谐中被扰乱,很可能会改变这座城市古老秩序的大部分;因为其他许多住在蛮族中的人,在过了不长的时间后,就忘却了所有的希腊特征,以至于既不发出希腊的声音,也不使用希腊人的习惯,不崇拜相同的神明,也不遵守温和的法律(这正是希腊天性与蛮族最不相同之处),也不维持任何其他社会契约。
ἀποχρῶσι δὲ τὸν λόγον τόνδε Ἀχαιῶν οἱ περὶ τὸν Πόντον ᾠκημένοι τεκμηριῶσαι, Ἠλείων μὲν ἐκ τοῦ Ἑλληνικωτάτου γενόμενοι, βαρβάρων δὲ συμπάντων τῶν νῦν ὄντες ἀγριώτατοι.
而那些居住在黑海周围的阿哈伊亚人足以证明这一论点,他们源于最具有希腊特征的厄利斯人,如今却是所有现存蛮族中最野蛮的。