§1.85.1τὰ δὲ κατὰ τὴν κτίσιν αὐτὴν γενόμενα (τοῦτο γὰρ ἔτι μοι τὸ μέρος τῆς γραφῆς λείπεται) νῦν ἔρχομαι διηγησόμενος.
\n现在,我将开始叙述关于建国本身发生的事情(因为我的历史记载中还剩下这一部分)。
ἐπειδὴ γὰρ Ἀμολίου τελευτήσαντος ἀνενεώσατο τὴν ἀρχὴν ὁ Νεμέτωρ ὀλίγον ἐπισχὼν χρόνον, ἐν ᾧ τὴν πόλιν ἐκ τῆς πρότερον ἐπεχούσης ἀκοσμίας εἰς τὸν ἀρχαῖον ἐκόσμει τρόπον, εὐθὺς ἐπενόει τοῖς μειρακίοις ἰδίαν ἀρχὴν κατασκευάσαι ἑτέραν πόλιν οἰκίσας.
因为在阿穆利乌斯死后,努米托尔恢复了他的统治,在等待了少许时间之后——在此期间,他将城市从此前笼罩的无秩序状态整顿恢复到古老的秩序——他便立即计划通过建立另一座城市,为年轻人们创设属于他们自己的独立统治。
§1.85.2ἅμα δὲ καὶ τοῦ πολιτικοῦ πλήθους ἐπίδοσιν εἰς εὐανδρίαν ἐσχηκότος ἀπαναλῶσαί τι καλῶς ἔχειν ᾤετο, καὶ μάλιστα τὸ διάφορον αὐτῷ ποτε γενόμενον, ὡς μὴ διʼ ὑποψίας αὐτοὺς ἔχοι.
\n\n同时,由于公民人口有所增加而变得过剩,他认为分流其中一部分人是妥当的,尤其是那些曾与他产生分歧的人,以免他对他们产生怀疑。
κοινωσάμενος δὲ τοῖς μειρακίοις, ἐπειδὴ κἀκείνοις ἐδόκει, δίδωσιν αὐτοῖς χωρία μὲν ὧν ἄρξουσιν, ἔνθα παῖδες ὄντες ἐτράφησαν, ἐκ δὲ τοῦ λεὼ τόν τε διʼ ὑποψίας αὐτῷ γενόμενον, ὃς ἔμελλε νεωτερισμοῦ εἰσαῦθις ἄρξειν, καὶ εἴ τι ἑκούσιον ἀπαναστῆναι ἐβούλετο.
在与年轻人们商议之后,由于他们也赞同,他便将他们儿时抚养长大、未来将由他们统治的土地赐予他们,并从民众中划拨出那些被他怀疑、未来可能再次煽动叛乱的人,以及任何自愿离开的人。
§1.85.3ἦν δὲ ἐν τούτοις πολὺ μὲν ὥσπερ εἰκὸς ἐν πόλει κινουμένῃ τὸ δημοτικὸν γένος, ἱκανὸν δὲ καὶ τὸ ἀπὸ τοῦ κρατίστου γνώριμον, ἐκ δὲ τοῦ Τρωικοῦ τὸ εὐγενέστατον δὴ νομιζόμενον, ἐξ οὗ καὶ γενεαί τινες ἔτι περιῆσαν εἰς ἐμέ, πεντήκοντα μάλιστʼ οἶκοι.
\n\n在这些人中,正如在动荡的城市中理所当然的那样,平民阶层占了很大一部分,但也有足够数量来自最优秀阶层的知名人士,以及被认为最高贵的特洛伊人后裔,其中甚至有一些家族一直延续到我的时代,大约有五十个家族。
ἐχορηγεῖτο δὲ τοῖς νεανίσκοις καὶ χρήματα καὶ ὅπλα καὶ σῖτος καὶ ἀνδράποδα καὶ ὑποζύγια ἀχθοφόρα καὶ εἴ τι ἄλλο πόλεως ἦν κατασκευῇ πρόσφορον.
同时,还为年轻人们提供了资金、武器、粮食、奴隶、驮兽,以及其他任何有利于城市建设的物资。
§1.85.4ὡς δὲ ἀνέστησαν ἐκ τῆς Ἄλβας οἱ νεανίσκοι τὸν λεὼν μίξαντες αὐτῷ τὸν αὐτόθεν, ὅσος ἦν ἐν τῷ Παλλαντίῳ καὶ περὶ τὴν Σατορνίαν ὑπολιπής, μερίζονται τὸ πλῆθος ἅπαν διχῇ.
\n\n当年轻人们带领民众离开阿尔巴,并将当地留守在帕兰提翁和萨托尔尼亚周边的人并入其中后,他们将整个群体一分为二。
τοῦτο δὲ αὐτοῖς δόξαν παρέσχε φιλοτιμίας, ἵνα θᾶττον ἀνύηται τῇ πρὸς ἀλλήλους ἁμίλλῃ τὰ ἔργα, αἴτιον δὲ τοῦ μεγίστου κακοῦ, στάσεως, ἐγένετο.
这一做法给他们带来了竞争的念头,本意是通过彼此的竞争使工程能更快完成,但这却成了最大灾难——内讧的起因。
§1.85.5οἵ τε γὰρ προσνεμηθέντες αὐτοῖς τὸν ἑαυτῶν ἡγεμόνα ἕκαστοι κυδαίνοντες ὡς ἐπιτήδειον ἁπάντων ἄρχειν ἐπῆρον, αὐτοί τε οὐκέτι μίαν γνώμην ἔχοντες οὐδὲ ἀδελφὰ διανοεῖσθαι ἀξιοῦντες, ὡς αὐτὸς ἄρξων ἑκάτερος θατέρου, παρώσαντες τὸ ἴσον τοῦ πλείονος ὠρέγοντο.
\n\n因为被分配给他们的每个人,都赞美并抬高自己的领袖,认为其适合统治所有人;而年轻人们自己也不再心意一致,不愿像兄弟般思考,而是每个人都意图由自己来统治对方,抛弃了平等而追求优越。
τέως μὲν οὖν ἀφανῆ τὰ πλεονεκτήματα αὐτῶν ἦν, ἔπειτα δὲ ἐξερράγη σὺν τοιᾷδε προφάσει.
起初,他们的野心尚未显露,但随后却因如下契机而爆发。
§1.85.6τὸ χωρίον ἔνθα ἔμελλον ἱδρύσειν τὴν πόλιν οὐ τὸ αὐτὸ ᾑρεῖτο ἑκάτερος.
\n\n对于他们将要建立城市的地点,每个人选择的并不相同。
Ῥωμύλου μὲν γὰρ ἦν γνώμη τὸ Παλλάντιον οἰκίζειν τῶν τε ἄλλων ἕνεκα καὶ τῆς τύχης τοῦ τόπου, ἣ τὸ σωθῆναί τε αὐτοῖς καὶ τραφῆναι παρέσχε· Ῥώμῳ δὲ ἐδόκει τὴν καλουμένην νῦν ἀπʼ ἐκείνου Ῥεμορίαν οἰκίζειν.
因为罗姆鲁斯的意见是基于其他原因以及该地带来的好运(这曾使他们得以存活和被抚养)而选择在帕兰提翁建城;但雷穆斯则认为应该在如今以他命名的雷莫里亚建城。
ἔστι δὲ τὸ χωρίον ἐπιτήδειον ὑποδέξασθαι πόλιν λόφος οὐ πρόσω τοῦ Τεβέριος κείμενος, ἀπέχων τῆς Ῥώμης ἀμφὶ τοὺς τριάκοντα σταδίους.
这个地方是一个适合容纳城市的山丘,坐落在离提贝里河不远的地方,距离罗马大约三十斯塔迪亚。
ἐκ δὲ τῆς φιλονεικίας ταύτης ἀκοινώνητος εὐθὺς ὑπεδηλοῦτο φιλαρχία.
从这场争斗中,一种绝不退让的权欲立即显露出来。
τῷ γὰρ εἴξαντι τὸ κρατῆσαν εἰς πάντα ὁμοίως ἐπιθήσεσθαι ἔμελλεν.
因为对于妥协的一方来说,获胜的一方显然将在所有事情上同样施加统治。