§1.79.9ὡς δὲ ἀπέστη τὸ θηρίον αἴρουσιν οἱ νομεῖς τὰ βρέφη σπουδὴν ποιούμενοι τρέφειν ὡς θεῶν αὐτὰ σώζεσθαι βουλομένων.
那只野兽离开后,牧羊人抱起婴儿,急忙想要抚养他们,因为他们认为神明期望这些孩子得救。
ἦν δέ τις ἐν αὐτοῖς συοφορβίων βασιλικῶν ἐπιμελούμενος ἐπιεικὴς ἀνὴρ Φαιστύλος ὄνομα, ὃς ἐν τῇ πόλει κατὰ δή τι ἀναγκαῖον ἐγεγόνει καθʼ ὃν χρόνον ἡ φθορὰ τῆς Ἰλίας καὶ ὁ τόκος ἠλέγχετο, καὶ μετὰ ταῦτα κομιζομένων ἐπὶ τὸν ποταμὸν τῶν βρεφῶν τοῖς φέρουσιν αὐτὰ κατὰ θείαν τύχην ἅμα διεληλύθει τὴν αὐτὴν ὁδὸν εἰς τὸ Παλλάντιον ἰών·
他们之中有一个管理皇家猪群、品质高尚的人,名叫法伊斯图路斯。 在伊利亚的失身与产子被揭发的时候,他正巧因一些紧急的事务而在城里。 此后,在婴儿被送往河边的过程中,凭借神圣的命运引导,他正好在前往帕拉蒂乌姆山的同时,走在同一条路上。
ὃς ἥκιστα τοῖς ἄλλοις καταφανὴς γενόμενος ὡς ἐπίσταταί τι τοῦ πράγματος ἀξιώσας αὑτῷ συγχωρηθῆναι τὰ βρέφη λαμβάνει τε αὐτὰ παρὰ τοῦ κοινοῦ καὶ φέρων ὡς τὴν γυναῖκα ἔρχεται.
他尽量不让其他人注意到自己知道这件事情,请求大家把婴儿让给他,并在得到大家的同意后抱走了他们,带回家交给了妻子。
§1.79.10τετοκυῖαν δὲ καταλαβὼν καὶ ἀχθομένην ὅτι νεκρὸν αὐτῇ τὸ βρέφος ἦν παραμυθεῖταί τε καὶ δίδωσιν ὑποβαλέσθαι τὰ παιδία πᾶσαν ἐξ ἀρχῆς διηγησάμενος τὴν κατασχοῦσαν αὐτὰ τύχην.
他发现妻子刚刚生产,并因孩子生下来就死了而悲痛不已,便安慰她,把这两个孩子交给她抚养,并向她从头到尾讲述了这群孩子所遭遇的命运。
αὐξομένοις δὲ αὐτοῖς ὄνομα τίθεται τῷ μὲν Ῥωμύλον, τῷ δὲ Ῥῶμον.
当他们长大时,他给他们起了名字,一个叫罗穆卢斯,另一个叫罗穆斯。
οἱ δὲ ἀνδρωθέντες γίνονται κατά τε ἀξίωσιν μορφῆς καὶ φρονήματος ὄγκον οὐ συοφορβοῖς καὶ βουκόλοις ἐοικότες, ἀλλʼ οἵους ἄν τις ἀξιώσειε τοὺς ἐκ βασιλείου τε φύντας γένους καὶ ἀπὸ δαιμόνων σπορᾶς γενέσθαι νομιζομένους, ὡς ἐν τοῖς πατρίοις ὕμνοις ὑπὸ Ῥωμαίων ἔτι καὶ νῦν ᾅδεται.
当他们成年时,无论在外貌的尊严还是精神的气度上,他们都不像猪倌和牛倌,而是就像人们所期望的那样,具有皇家血统、并被认为生自神明子嗣的人,正如罗马人在其祖传赞歌中至今仍在歌颂的那样。
§1.79.11βίος δʼ αὐτοῖς ἦν βουκολικὸς καὶ δίαιτα αὐτουργὸς ἐν ὄρεσι τὰ πολλὰ πηξαμένοις διὰ ξύλων καὶ καλάμων σκηνὰς αὐτορόφους·
他们的生活是牧歌式的,衣食自给,大都在山里用木头和芦苇建造自己遮蔽的棚屋。
ὧν ἔτι καὶ εἰς ἐμὲ ἦν τις τοῦ Παλλαντίου ἐπὶ τῆς πρὸς τὸν ἱππόδρομον στρεφούσης λαγόνος Ῥωμύλου λεγομένη, ἣν φυλάττουσιν ἱερὰν οἷς τούτων ἐπιμελὲς οὐδὲν ἐπὶ τὸ σεμνότερον ἐξάγοντες, εἰ δέ τι πονήσειεν ὑπὸ χειμῶνος ἢ χρόνου τὸ λεῖπον ἐξακούμενοι καὶ τῷ πρόσθεν ἐξομοιοῦντες εἰς δύναμιν.
直到我的时代,在帕拉蒂乌姆山朝向赛马场弯曲的山坡上,还留有一所被称为罗穆卢斯的棚屋,负责这些事务的人将其视为圣物予以保存,不作任何使其显得更加宏伟的修饰;如果因风暴或时间而有所损坏,他们就会修复缺陷,尽力使其恢复原貌。
§1.79.12ἐπεὶ δὲ ἀμφὶ τὰ ὀκτωκαίδεκα ἔτη γεγονότες ἦσαν ἀμφίλογόν τι περὶ τῆς νομῆς αὐτοῖς γίνεται πρὸς τοὺς Νεμέτορος βουκόλους, οἳ περὶ τὸ Αὐεντῖνον ὄρος ἀντικρὺ τοῦ Παλλαντίου κείμενον εἶχον τὰς βουστάσεις.
当他们大约十八岁时,他们与努米托尔的牧民之间发生了一场关于牧场的争端,后者的牛棚设在与帕拉蒂乌姆山相对的阿温丁山周围。
ᾐτιῶντο δὲ ἀλλήλους ἑκάτεροι θαμινὰ ἢ τὴν μὴ προσήκουσαν ὀργάδα κατανέμειν ἢ τὴν κοινὴν μόνους διακρατεῖν ἢ ὅ τι δήποτε τύχοι.
双方经常互相指责,要么是指责对方在不属于自己的草地上放牧,要么是指责对方独占共有地,或者无论是什么原因。
ἐκ δὲ τῆς ἁψιμαχίας ταύτης ἐγένοντο πληγαί ποτε διὰ χειρῶν, εἶτα διʼ ὅπλων.
从这种摩擦中,最终发展为动手殴打,接着又发展为动用武器。
§1.79.13τραύματα δὲ πολλὰ πρὸς τῶν μειρακίων λαβόντες οἱ τοῦ Νεμέτορος καί τινας καὶ ἀπολέσαντες τῶν σφετέρων καὶ τῶν χωρίων ἤδη κατὰ κράτος ἐξειργόμενοι παρεσκευάζοντο δόλον τινὰ ἐπʼ αὐτούς.
努米托尔的部下被这两个年轻人打伤多人,并损失了一些自己的人,且被以武力逐出该地,于是他们便对他们策划了一个阴谋。
προλοχίσαντες δὴ τῆς φάραγγος τὸ ἀφανὲς καὶ συνθέμενοι τοῖς λοχῶσι τὰ μειράκια τὸν τῆς ἐπιθέσεως καιρὸν οἱ λοιποὶ κατὰ πλῆθος ἐπὶ τὰ μανδρεύματα αὐτῶν νύκτωρ ἐπέβαλον.
他们在山谷看不见的地方设下埋伏,并与埋伏的人商定好了对年轻人发动袭击的时机,其余的人则在夜间成群结队地袭击了他们的羊圈。
Ῥωμύλος μὲν οὖν τὸν χρόνον τοῦτον ἐτύγχανεν ἅμα τοῖς ἐπιφανεστάτοις τῶν κωμητῶν πεπορευμένος εἴς τι χωρίον Καίνιναν ὀνομαζόμενον ἱερὰ ποιήσων ὑπὲρ τοῦ κοινοῦ πάτρια· §1.79.14Ῥῶμος δὲ τὴν ἔφοδον αὐτῶν αἰσθόμενος ἐξεβοήθει λαβὼν τὰ ὅπλα διαταχέων ὀλίγους τῶν ἐκ τῆς κώμης φθάσαντας καθʼ ἓν γενέσθαι παραλαβών.
此时,罗穆卢斯恰巧与村里最有名望的人一起前往一个叫凯尼纳的地方,为集体举行先祖传下来的祭祀;而罗穆斯察觉到他们的袭击,拿起武器迅速前去救援,并带上了村里少数几个及时聚集起来的人。
κἀκεῖνοι οὐ δέχονται αὐτόν, ἀλλὰ φεύγουσιν ὑπαγόμενοι ἔνθα ἔμελλον ἐν καλῷ ὑποστρέψαντες ἐπιθήσεσθαι·
那些人并不迎战他,而是逃跑,将他引诱到他们可以转身发动有利反击的地方。
ὁ δὲ Ῥῶμος κατʼ ἄγνοιαν τοῦ μηχανήματος ἄχρι πολλοῦ διώκων αὐτοὺς παραλλάττει τὸ λελοχισμένον χωρίον, κἀν τούτῳ ὅ τε λόχος ἀνίσταται καὶ οἱ φεύγοντες ὑποστρέφουσι.
罗穆斯因不知此计,追赶了很远,错过了设伏的地方;就在这时,埋伏的人站了出来,逃跑的人也转身反击。
κυκλωσάμενοι δὲ αὐτοὺς καὶ πολλοῖς ἀράττοντες λίθοις λαμβάνουσιν ὑποχειρίους.
他们包围了罗穆斯等人,用许多石头投击,将其降服并俘虏。
ταύτην γὰρ εἶχον ἐκ τῶν δεσποτῶν τὴν παρακέλευσιν, ζῶντας αὐτοῖς τοὺς νεανίσκους κομίσαι.
因为他们得到了主人的命令,要将这些年轻人活着带回去。
οὕτω μὲν δὴ χειρωθεὶς ὁ Ῥῶμος ἀπήγετο.
就这样,被降服的罗穆斯被带走了。