§1.70.1Ἀσκανίου δὲ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας τελευτήσαντος παρέλαβε τὴν ἡγεμονίαν Σιλούιος ἀδελφὸς ὢν Ἀσκανίου, μετὰ τὸν Αἰνείου θάνατον γενόμενος ἐκ Λαύνας τῆς Λατίνου θυγατρός, ὅν φασιν ἐν τοῖς ὄρεσιν ὑπὸ τῶν νομέων ἐκτραφῆναι.
在阿斯卡尼乌斯统治的第三十八年去世后,阿斯卡尼乌斯的兄弟、在埃涅阿斯死后由拉提努斯之女劳娜所生的西尔维乌斯接掌了政权,据说他在山中由牧民抚养长大。
§1.70.2τοῦ γὰρ Ἀσκανίου παραλαβόντος τὴν βασιλείαν περιδεὴς ἡ Λαῦνα γενομένη μή τι δεινὸν ὑπʼ αὐτοῦ πάθῃ κατὰ τὸ τῆς μητρυιᾶς ὄνομα, ἐγκύμων οὖσα δίδωσιν ἑαυτὴν Τυρρηνῷ τινι συοφορβίων ἐπιμελητῇ βασιλικῶν, ὃν ᾔδει Λατίνῳ γενόμενον ἐν τοῖς μάλιστα προσήγορον.
因为当阿斯卡尼乌斯承袭王位时,怀有身孕的劳娜因害怕因继母的名分而受到他的加害,便将自己托付给了一个名叫蒂雷诺斯的皇家猪群管理人,她深知此人与拉提努斯最为亲近。
ὁ δʼ εἰς ὕλας ἐρήμους ἀγαγὼν αὐτὴν ὡς τῶν ἐπιτυχουσῶν τινα, φυλαττόμενος ὀφθῆναι τοῖς εἰδόσιν ἔτρεφεν ἐν τῇ νάπῃ κατασκευάσας οἴκησιν οὐ πολλοῖς γνώριμον καὶ τὸ παιδίον γενόμενον ἀναιρεῖταί τε καὶ τρέφει Σιλούιον ὀνομάσας ἀπὸ τῆς ὕλης, ὥσπερ ἂν εἴ τις Ελλάδι γλώσσῃ λέξειεν Ὑλαῖον.
蒂雷诺斯将她带到荒僻的森林中,视其如普通女子,防范着被熟人看见,并在山谷中建造了一处鲜为人知的住所供养她,待孩子出生后便将他收养并抚育,因森林之故为其取名西尔维乌斯,正如在希腊语中称其为“许莱奥斯”一样。
§1.70.3χρόνου δὲ προϊόντος ὡς πολλὴν ζήτησιν ἔγνω τῆς γυναικὸς ὑπὸ τῶν Λατίνων γινομένην καὶ διʼ αἰτίας ὄντα παρὰ τῷ πλήθει τὸν Ἀσκάνιον, ὡς ἀνῃρηκότα τὴν παιδίσκην, φράζει τῷ δήμῳ τὸ πρᾶγμα καὶ τὴν ἄνθρωπον ἄγει μετὰ τοῦ παιδὸς ἐκ τῆς νάπης.
随着时间的推移,当他得知拉丁人正在四处搜寻这名女子,而阿斯卡尼乌斯在民众中被指控杀害了这名年轻女子时,他便向民众道出了实情,并将这名女子连同孩子一起带出了山谷。
τύχῃ μὲν δὴ τοιαύτῃ χρησάμενος ὁ Σιλούϊος τὴν εἰρημένην ἔσχεν ὀνομασίαν καὶ τὸ ἐξ ἐκείνου γένος ἅπαν, τὴν δὲ βασιλείαν παρέλαβεν, ἐπειδὴ τὸν ἀδελφὸν αὐτοῦ τελευτῆσαι συνέπεσεν, ἀμφίλογον γενομένην πρὸς ἕνα τὸν πρεσβεύσαντα τῶν Ἀσκανίου παίδων Ἴουλον ἀξιοῦντα τὴν πατρῴαν ἀρχὴν διαδέξασθαι.
西尔维乌斯因经历如此命运而获得了上述的名字,他之后的所有子嗣也是如此。 而在他的兄弟去世后,他便接掌了王位,但由于阿斯卡尼乌斯之子中居长者的伊乌罗斯要求继承父辈的统治权,这王位一度在他与伊乌罗斯之间产生争议。
§1.70.4τὴν δὲ δίκην ἐπεψήφισεν ὁ δῆμος ἄλλοις τε ὑπαχθεὶς λόγοις καὶ οὐχ ἥκιστα ὅτι μητρὸς ἦν ὁ Σιλούϊος ἐπικλήρου τῆς ἀρχῆς.
民众通过投票对这一诉讼做出了裁决,他们受其他言论的引导,且尤其是因为西尔维乌斯是该统治权女继承人(其母)之子。
Ἰούλῳ δὲ ἀντὶ τῆς βασιλείας ἱερά τις ἐξουσία προσετέθη καὶ τιμὴ τῷ τε ἀκινδύνῳ προὔχουσα τῆς μοναρχίας καὶ τῇ ῥαστώνῃ τοῦ βίου, ἣν ἔτι καὶ εἰς ἐμὲ τὸ ἐξ αὐτοῦ γένος ἐκαρποῦτο, Ἰούλιοι κληθέντες ἀπʼ ἐκείνου.
而伊乌罗斯则被赋予了某种神圣的权能与荣誉以替代王位,这在免受危险和生活的安逸方面优于君主制,他的后代因他而被称为朱利乌斯家族,直到我这个时代仍享有这一特权。
ἐγένετο δὲ μέγιστος ἅμα καὶ λαμπρότατος οἴκων οὗτος, ὧν ἡμεῖς ἴσμεν, ἄνδρας τε διαφορωτάτους ἡγεμόνων ἤνεγκεν, οἷς τὸ εὐγενὲς αἱ ἀρεταὶ μὴ ἀπιστεῖσθαι παρέσχον· ὑπὲρ ὧν ἐν ἄλλῳ δηλωθήσεται λόγῳ τὰ προσήκοντα.
这一家族成为我们所知中最伟大、最显赫的家族,并培养出了最杰出的领袖,他们的美德使他们的高贵出身不容置疑;关于他们,相关的内容将在另一本书中予以阐明。