§1.62.1ἀπαιτεῖ δὲ ὁ λόγος καὶ τὸν Αἰνείαν ἐξ ὧν ἔφυ διηγήσασθαι· βραχείᾳ δὴ καὶ τοῦτο δηλώσει σημανῶ.
叙事也要求说明埃涅阿斯是由什么祖先所生的;我也将用简短的陈述来表明这一点。
Δάρδανος ἐπειδὴ Χρύσην τὴν Πάλλαντος θυγατέρα, ἐξ ἧς οἱ πρότεροι παῖδες ἐγένοντο αὐτῷ, τελευτῆσαι συνέπεσε, Βάτειαν γαμεῖ τὴν Τεύκρου θυγατέρα·
达尔达诺斯,在帕拉斯之女克律塞(达尔达诺斯与她生了前几个孩子)去世之后,娶了特乌克罗斯的女儿巴提亚为妻。
καὶ γίνεται παῖς αὐτῷ Ἐριχθόνιος, ὃς ἁπάντων ἀνθρώπων εὐδαιμονέστατος λέγεται γενέσθαι τῆς τε πατρῴας καὶ τῆς ὑπὸ τῷ μητροπάτορι γενομένης §1.62.2κληρονομήσας ἀρχῆς.
他生了一个儿子埃里克托尼奥斯,据说他继承了父亲的以及外祖父治下的统治权,成为了所有人中最幸福的人。
Ἐριχθονίου δὲ καὶ Καλλιρρόης τῆς Σκαμάνδρου γίνεται Τρώς, ἀφʼ οὗ τὴν ἐπωνυμίαν τὸ ἔθνος ἔχει·
埃里克托尼奥斯与斯卡曼德洛斯之女卡利罗厄生下了特罗斯,该民族的名字即由此而来。
Τρωὸς δὲ καὶ Ἀκαλλαρίδος τῆς Εὐμήδους Ἀσσάρακος ἦν· τούτου δὲ καὶ Κλυτοδώρας τῆς Λαομέδοντος Κάπυς· Κάπυος δὲ καὶ νύμφης Ναϊάδος Ἱερομνήμης Ἀγχίσης· Ἀγχίσου δὲ καὶ Ἀφροδίτης Αἰνείας.
特罗斯与欧墨德斯之女阿卡拉里斯生下了阿萨拉科斯;阿萨拉科斯与拉俄墨冬之女克吕托多拉生下了卡皮斯;卡皮斯与水泽仙女希埃罗姆涅墨生下了安喀塞斯;安喀塞斯与阿佛洛狄忒生下了埃涅阿斯。
ὡς μὲν δὴ καὶ τὸ Τρωικὸν γένος Ἑλληνικὸν ἀρχῆθεν ἦν δεδήλωταί μοι.
由此,我已经说明,特洛伊民族起初也是希腊人。