Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.58.1-1.58.5

埃涅阿斯与拉丁努斯的对话及立誓缔和

第 58 段,共 962 段 · 希腊语

内容简介

拉丁努斯谴责特洛伊人的非法掠夺并要求解释,埃涅阿斯详述他们受神明指引而漂泊的经历并提出和平提议,拉丁努斯在要求交换誓言的前提下接受了这一提议。

§1.58.1πρῶτος δὲ ὁ Λατῖνος ἔγκλημα ποιούμενος τὸν αἰφνίδιόν τε καὶ ἀκατάγγελτον πόλεμον ἠξίου τὸν Αἰνείαν λέγειν, ὅστις ὢν καὶ τί βουλόμενος ἄγει καὶ φέρει τὰ χωρία πεπονθώς τε οὐδὲν δεινὸν πρότερος καὶ οὐκ ἀγνοῶν ὅτι τὸν ἄρχοντα πολέμου πᾶς ὁ προπαθὼν ἀμύνεται·
拉丁努斯首先提出指控,谴责这场突然且未加宣告的战争,并要求埃涅阿斯说明自己是谁,意欲何为,因为他此前未曾遭受任何伤害,且并非不知道凡是受害者都会对发起战争者进行反击。
παρασχόν τε ἂν αὐτῷ πᾶν, εἴ τινος ἐδεῖτο μετρίου, πρὸς φιλίαν καὶ παρʼ ἑκόντων εὑρίσκεσθαι τῶν ἐγχωρίων, παρελθὼν τὴν ἁπάντων ἀνθρώπων δικαίωσιν αἴσχιον ἢ κάλλιον ἠξίωσε βίαν προσφέρων τὰ αὐτὰ λαμβάνειν.
他还指出,埃涅阿斯如果需要任何适度的帮助,本可以通过友好方式,从自愿的当地居民那里获得,但他却抛弃了全人类通行的正义,宁愿采取可耻而非体面的暴力手段来夺取这些相同的东西。
§1.58.2τοιαῦτα δὲ αὐτοῦ διαλεχθέντος ἀπεκρίνατο Αἰνείας· ἡμεῖς γένος μὲν Τρῶές ἐσμεν, πόλεως δὲ οὐ τῆς ἀφανεστάτης ἐν Ἕλλησιν ἐγενόμεθα·
在拉丁努斯说完这些话之后,埃涅阿斯回答道:“我们血统上是特洛伊人,来自希腊人中并非最无名的一座城市。
ἣν ἀφαιρεθέντες ὑπʼ Ἀχαιῶν δεκαετεῖ πολέμῳ χειρωθεῖσαν, ἀλῆται περιερχόμενοι πόλεώς τε καὶ χώρας ἐν ᾗ τὸ λοιπὸν οἰκήσομεν ἀπορίᾳ, θεοῖς δὲ κελεύουσι πειθόμενοι δεῦρʼ ἀφίγμεθα·
在十年的战争中,该城被阿开亚人征服并夺走后,我们因为缺乏未来可以居住的城市和土地,便作为流浪者四处漂泊,并在顺从神明命令的情况下抵达了这里。
καὶ ἡμῖν ὡς τὰ θέσφατα λέγει λιμὴν τῆς πλάνης ἥδε ἡ γῆ μόνη λείπεται.
正如神谕所言,对我们来说,只有这片土地留作我们流浪的港湾。
ποριζόμεθα δὲ ἐκ τῆς χώρας ὧν ἡμῖν δεῖ δυστυχέστερον μᾶλλον ἢ εὐπρεπέστερον, ὡς ἥδιστα νεωστὶ ἐβουλόμεθα.
我们正以一种不幸而非体面的方式从这片土地上获取我们需要的东西,这与我们最近最真切的期望大相径庭。
§1.58.3ἀμειψόμεθα δὲ αὐτὰ πολλαῖς καὶ ἀγαθαῖς ἔργων ἀμοιβαῖς παρέχοντες ὑμῖν καὶ σώματα καὶ ψυχὰς εὖ πρὸς τὰ δεινὰ πεπαιδευμένας χρῆσθαι ὁπόσα βούλεσθε, τὴν ὑμετέραν γῆν φυλάττοντες ἀδῄωτον, τὴν δὲ τῶν πολεμίων προθύμως συγκατακτώμενοι.
但我们将以许多优秀的实际行动来回报这些东西,向你们提供在面对危险时训练有素的肉体与精神,供你们随意使用,从而保护你们的土地免遭蹂躏,并怀着热忱与你们一同征服敌人的土地。
ἱκέται δὲ ὑμῶν γινόμεθα μὴ πρὸς ὀργὴν τὰ πεπραγμένα λαμβάνειν, ἐνθυμηθέντας ὡς οὐ σὺν ὕβρει, ἀλλʼ ὑπʼ ἀνάγκης ταῦτα βιασθέντες ἐποιοῦμεν· ἅπαν δὲ σύγγνωμον τὸ ἀκούσιον.
我们成为你们的乞求者,请不要带着愤怒来看待我们的所作所为,请考虑到我们做这些事并非出于傲慢,而是迫于无奈;凡是无意之举都应得到宽恕。
§1.58.4καὶ δεῖ ὑμᾶς μηδὲν ἐναντίον βουλεῦσαι περὶ ἡμῶν χεῖρας προεχομένων, εἰ δὲ μή, θεοὺς καὶ δαίμονας οἳ κατέχουσι τήνδε τὴν γῆν παραιτούμενοι συγγνώμονας ἡμῖν γενέσθαι καὶ ὧν ἠναγκασμένοι δρῶμεν πειρασόμεθα πολέμου ἄρχοντας ὑμᾶς ἀμύνεσθαι.
在向你们伸出双手求和的我们面前,你们不应对我们做出敌对的决议;否则,我们将向保佑这片土地的神明和神灵祈求宽恕,并被迫尝试对发起战争的你们进行反击。
οὐ γὰρ ἂν νῦν πρώτου οὐδὲ μεγίστου πολέμου τοῦδε ἀπολαύσαιμεν.
因为我们现在所经历的这场战争,既非我们的第一场战争,也绝非最大的一场。
§1.58.5ὡς δὲ ταῦτα ὁ Λατῖνος ἤκουσεν ἀπεκρίνατο πρὸς αὐτόν· ἀλλʼ ἔγωγε εὔνοιάν τε πρὸς ἅπαν τὸ Ἑλληνικὸν γένος ἔχω καὶ συμφοραῖς ἀνθρώπων ἀναγκαίαις πάνυ ἄχθομαι, σώζεσθαί τε ὑμᾶς περὶ πολλοῦ ἂν ποιησαίμην, εἴ μοι δῆλοι γένοισθε οἰκήσεως δεόμενοι ἥκειν ἐν ἀποχρώσῃ τε γῆς μοίρᾳ καὶ πρὸς φιλίαν τῶν δοθησομένων μεθέξοντες, ἀλλʼ οὐ τὴν ἐμὴν δυναστείαν ἀφαιρησόμενοι πρὸς βίαν.
” 当拉丁努斯听到这些话时,他回答道:“我自己对整个希腊民族都怀有善意,对人类无法避免的不幸深感痛心。 如果我能看清你们来到这里只是需要一个安居之所,在充足的土地份额中,以友好态度分享将要赐予你们的东西,而不是要暴力夺走我的统治权,我将非常乐意保全你们。
εἰ δʼ ἐπαληθεύεται ὑμῖν ὅδʼ ὁ λόγος πίστεις τούτων ἀξιῶ δοῦναι καὶ λαβεῖν, αἳ φυλάξουσιν ἡμῖν ἀδόλους τὰς ὁμολογίας.
如果你们的这些话属实,我要求相互给予并接受信义的誓言,这将确保我们之间的协议不含欺诈。 ”

词汇与语法注释

  1. 1.58.1πεπονθώς — 主格分词 `πεπονθώς` 与 `ἀγνοῶν` 与主句主语 `ὁ Λατῖνος` 一致。它们表明拉丁努斯本人此前未曾遭受特洛伊人的任何伤害,并且深知任何受到攻击的人都会进行反击,以此解释了他进入谈判前的立场和态度。
  2. 1.58.1παρασχόν — 无人称动词 `παρέχει`(可能、允许)的不定过去时中性单数分词,作绝对格(或主格)。在此与不定式 `εὑρίσκεσθαι` 及语气词 `ἄν` 连用,构成虚拟条件句的结论部分,表示“如果(埃涅阿斯)提出合理的要求,一切本可以自愿提供给他的”。
  3. 1.58.2ὧν — 关系代词的属格。先行词(如 `τούτων`)被省略,且关系代词被吸引进入其支配动词 `δεῖ` 所要求的属格(关系代词的吸引)。
  4. 1.58.5περὶ πολλοῦ ἂν ποιησαίμην — 习语 `περὶ πολλοῦ ποιοῦμαι`(高度重视、珍视)的不定过去时中动态祈愿语气连用 `ἂν`。它与条件从句中的祈愿语气 `εἴ μοι δῆλοι γένοισθε` 相呼应,表示委婉的假设或潜在可能性(“如果是……我将非常重视/非常希望”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.58.1-1.58.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.58.1-1.58.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。