Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.53.1-1.53.5

埃利莫伊人的起源与航路地名考

第 53 段,共 962 段 · 希腊语

内容简介

叙述了留在西西里的特洛伊人成为埃利莫伊人的经过,以及埃涅阿斯船队在意大利沿岸航行时各地的命名起源,并反驳了其他历史学家关于埃涅阿斯返回特洛伊的说法,指出这是对荷马诗句的误读。

§1.53.1τεκμήρια δὲ τῆς εἰς Σικελοὺς Αἰνείου τε καὶ Τρώων ἀφίξεως πολλὰ μὲν καὶ ἄλλα, περιφανέστατα δὲ τῆς Αἰνειάδος Ἀφροδίτης ὁ βωμὸς ἐπὶ τῇ κορυφῇ τοῦ Ἐλύμου ἱδρυμένος καὶ ἱερὸν Αἰνείου ἱδρυμένον ἐν Αἰγέστῃ, τὸν μὲν αὐτοῦ κατασκευάσαντος Αἰνείου τῇ μητρί, τὸ δὲ ἱερὸν τῶν ὑπολειφθέντων ἀπὸ τοῦ στόλου τῇ μνήμῃ τοῦ σώσαντος σφᾶς ἀνάθημα ποιησαμένων.
至于埃涅阿斯和特洛伊人抵达西西里人土地的证据,不仅有许多其他例证,其中最著名的便是建立在埃利莫斯山顶的埃涅阿斯阿佛洛狄忒祭坛,以及建立在埃格斯塔的埃涅阿斯神殿。 前者由埃涅阿斯亲自为他的母亲建造,而神殿则是船队留下来的人为了纪念拯救他们的人而作的献祭。
τὸ μὲν δὴ σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ Τρωικὸν ἐν τούτοις κατέμεινε τοῖς χωρίοις, καὶ διετέλεσαν Ἔλυμοι καλούμενοι.
与埃利莫斯和埃格斯托斯在一起的特洛伊人群体留在这些地方(),并一直被称为埃利莫伊人。
προεῖχε γὰρ κατὰ τὴν ἀξίωσιν Ἔλυμος ἀπὸ τοῦ βασιλικοῦ γένους ὢν, §1.53.2ἀφʼ οὗ τὴν κλῆσιν οἱ σύμπαντες ἔλαβον.
因为埃利莫斯出身皇室,在声望上胜过他人,所有人均从他那里得到了这个名称。
οἱ δὲ σὺν τῷ Αἰνείᾳ πλέοντες ἀπὸ Σικελίας διὰ τοῦ Τυρρηνικοῦ πελάγους πρῶτον μὲν ὡρμίσαντο τῆς Ἰταλίας κατὰ λιμένα τὸν Παλίνουρον, ὃς ἀφʼ ἑνὸς τῶν Αἰνείου κυβερνητῶν τελευτήσαντος αὐτόθι ταύτης τυχεῖν λέγεται τῆς ὀνομασίας.
而与埃涅阿斯一同从西西里穿过第勒尼安海航行的人,首先在意大利的帕利努鲁斯港停泊,据说该港口因埃涅阿斯()的一位在此去世的舵手而得名。
ἔπειτα νήσῳ προσέσχον, ᾗ τοὔνομα ἔθεντο Λευκασίαν ἀπὸ γυναικὸς ἀνεψιᾶς Αἰνείου περὶ τόνδε τὸν τόπον ἀποθανούσης.
随后,他们靠岸于一座岛屿,并以在此地去世的埃涅阿斯表妹的名字,将该岛命名为莱乌卡西亚。
§1.53.3ἐκεῖθεν δὲ κατάραντες εἰς λιμένα βαθὺν καὶ καλὸν ἐν Ὀπικοῖς, τελευτήσαντος καὶ αὐτόθι Μισηνοῦ τῶν ἐπιφανῶν τινος, ἀπʼ ἐκείνου τὸν λιμένα ὠνόμασαν, νήσῳ τε Προχύτῃ καὶ ἀκρωτηρίῳ Καιήτῃ τύχῃ προσορμισάμενοι κατὰ ταὐτὰ τίθενται τὰς ἐπικλήσεις τοῖς τόποις, γυναικῶν ἀποθανουσῶν βουλόμενοι μνημεῖα ποιῆσαι τὰ χωρία.
他们从那里启航,停泊在奥皮科伊人土地上一个深邃而美丽的港口,由于显贵之一的米塞努斯也在此地去世,他们便以他的名字命名该港口。 他们偶然在普罗丘特岛和凯埃塔岬角停泊时,也以同样的方式为这些地方命名,意在使这些地方成为去世妇女们的纪念碑。
τούτων δὲ ἡ μὲν συγγενὴς Αἰνείου λέγεται γενέσθαι, ἡ δὲ τροφός.
据说这些妇女中,一人是埃涅阿斯的亲属(),另一人是他的乳母。
τελευτῶντες δὲ ἀφικνοῦνται τῆς Ἰταλίας εἰς Λωρεντόν, ἔνθα τῆς πλάνης παυσάμενοι χάρακα ἔθεντο, καὶ τὸ χωρίον ἐν ᾧ κατεστρατοπεδεύσαντο ἐξ ἐκείνου Τροία καλεῖται, ἀπέχει δὲ τῆς θαλάττης ἀμφὶ τοὺς τέτταρας σταδίους.
最后,他们抵达意大利的劳伦图姆,在那里结束了流浪并筑起营垒,他们扎营的那个地方从此被称为特洛伊,距离大海约有四个斯塔迪翁。
§1.53.4Ἔργαψα δὲ ταῦτα καὶ τὴν παρέκβασιν ἐποιησάμην τοῦ ἀναγκαίου χάριν, ἐπειδὴ τῶν συγγραφέων οἱ μὲν οὐδʼ ἐλθεῖν Αἰνείαν φασὶν εἰς Ἰταλίαν ἅμα Τρωσίν, οἱ δʼ ἕτερον Αἰνείαν, οὐ τὸν ἐξ Ἀφροδίτης καὶ Ἀγχίσου γενόμενον, οἱ δʼ Ἀσκάνιον τὸν Αἰνείου, οἱ δʼ ἄλλους τινάς.
我之所以写下这些并进行这段插叙,是出于必要的缘故,因为在历史学家中(),有人说埃涅阿斯根本没有与特洛伊人一同来到意大利,有人说是另一个埃涅阿斯,而非阿佛洛狄忒和安喀塞斯所生之子,有人说是埃涅阿斯之子阿斯卡尼奥斯,还有人说是其他某些人。
εἰσὶ δʼ οἳ τὸν ἐξ Ἀφροδίτης Αἰνείαν λέγουσι καταστήσαντα τὸν λόχον εἰς Ἰταλίαν ἀνακομισθῆναι πάλιν οἴκαδε καὶ βασιλεῦσαι τῆς Τροίας, τελευτῶντα δὲ καταλιπεῖν Ἀσκανίῳ τῷ παιδὶ τὴν βασιλείαν, καὶ τὸ ἀπʼ ἐκείνου γένος ἐπὶ πλεῖστον κατασχεῖν τὴν ἀρχήν· ὡς μὲν ἐγὼ εἰκάζω τοῖς Ὁμήρου ἔπεσιν οὐκ ὀρθῶς λαμβανομένοις παρακρουσθέντες.
也有人说,阿佛洛狄忒之子埃涅阿斯在意大利安置了队伍之后,又返回家乡并统治了特洛伊,临终前将王位留给了儿子阿斯卡尼奥斯,而自他开始的家族在极长的时间内掌握着统治权;正如我所推测的那样,他们是因为错误地理解了荷马的诗句而被误导了。
§1.53.5πεποίηται γὰρ αὐτῷ ἐν Ἰλιάδι Ποσειδῶν προλέγων τὴν μέλλουσαν ἔσεσθαι περὶ τὸν Αἰνείαν καὶ τοὺς ἐξ ἐκείνου γενησομένους ἐπιφάνειαν ὧδέ πως· "νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει καὶ παῖδες παίδων, τοί κεν μετόπισθε γένωνται.
因为在《伊利亚特》中,荷马让波塞冬预言了埃涅阿斯及其后代未来的显赫统治,大意如下: “但如今,强大的埃涅阿斯将统治特洛伊人,他的子子孙孙,即此后出生的人,也将如此。
" ὑπολαβόντες οὖν τὸν Ὅμηρον ἐν Φρυγίᾳ δυναστεύοντας εἰδέναι τοὺς ἄνδρας, ὡς δὴ οὐ δυνατὸν ὂν ἐν Ἰταλίᾳ οἰκοῦντας βασιλεύειν Τρώων, τὴν ἀνακομιδὴν τοῦ Αἰνείου ἀνέπλασαν.
” 因此,他们假定荷马知道这些人在弗里吉亚称霸,由于认为居住在意大利的同时统治特洛伊人是不可能的,便虚构了埃涅阿斯返回的说法。
ἄρχειν δὲ δὴ τῶν Τρώων οὓς ἐπήγετο καὶ ἄλλοθι πολιτευομένων οὐκ ἀδύνατον ἦν· ἔχοι δʼ ἄν τις τῆς ἀπάτης καὶ ἑτέρας αἰτίας λαβεῖν.
然而,统治他所带去的、在别处建立城邦的特洛伊人,绝非不可能;人们或许也可以为这种误解找到其他原因。

词汇与语法注释

  1. 1.53.1τὸν μὲν αὐτοῦ κατασκευάσαντος Αἰνείου τῇ μητρί, τὸ δὲ ἱερὸν τῶν ὑπολειφθέντων ἀπὸ τοῦ στόλου τῇ μνήμῃ τοῦ σώσαντος σφᾶς ἀνάθημα ποιησαμένων — 此处使用了两个对比性的属格绝对结构(`αὐτοῦ κατασκευάσαντος Αἰνείου` 和 `τῶν ὑπολειφθέντων ... ποιησαμένων`),用以解释前文提到的祭坛(`ὁ βωμός`)和神殿(`ἱερὸν`)的来源。`τὸν μὲν` 和 `τὸ δὲ ἱερὸν` 作为指示性的宾格,引入这两个形成对照的要素。
  2. 1.53.5ὡς δὴ οὐ δυνατὸν ὂν — 这是非人称动词的宾格绝对结构(`οὐ δυνατὸν ὄν`),并带有表示主观原因的连词 `ὡς`(意为“由于认为……是不可能的”)。它呈现了历史学家们的主观假设,即认为居住在意大利的同时统治特洛伊人是不可能的。
  3. 1.53.5ἔχοι δʼ ἄν τις — 带助词 `ἄν` 的祈愿式(`ἔχοι`),表示可能性(“人们或许也可以找到”),体现了作者较为委婉或谨慎的推论。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.53.1-1.53.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.53.1-1.53.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。