§1.51.1ἐκ δὲ Ἀμβρακίας Ἀγχίσης μὲν τὰς ναῦς ἔχων παρὰ γῆν κομιζόμενος εἰς Βουθρωτὸν λιμένα τῆς Ἠπείρου κατάγεται, Αἰνείας δὲ καὶ οἱ ἀκμαιότατοι σὺν αὐτῷ τοῦ στρατοῦ διανύσαντες ἡμερῶν δυεῖν ὁδὸν εἰς Δωδώνην ἀφικνοῦνται χρησόμενοι τῷ θεῷ καὶ καταλαμβάνουσιν αὐτόθι Τρῶας τοὺς σὺν Ἑλένῳ.
安喀塞斯率领船只沿海岸航行,在伊庇鲁斯的布特罗通港口停泊;而埃涅阿斯和军队中与他同行、最身强力壮的部分人则行进了两天的路程,抵达多多纳以求问神谕,并在那里遇到了与赫勒诺斯在一起的特洛伊人。
ἀνελόμενοι δὲ χρησμοὺς περὶ τῆς ἀποικίας καὶ τὸν θεὸν ἀναθήμασι δωρησάμενοι Τρωικοῖς ἄλλοις τε καὶ κρατῆρσι χαλκοῖς, ὧν τινες ἔτι περίεισιν ἐπιγραφαῖς πάνυ ἀρχαίαις δηλοῦντες τοὺς ἀναθέντας, ἐπὶ τὸ ναυτικὸν ἀφικνοῦνται τεττάρων μάλιστα ἡμερῶν διελθόντες ὁδόν.
他们得到了关于殖民地的神谕,并向神明赠送了特洛伊的献礼以及青铜混酒器(其中一些至今仍存,上面有非常古老的铭文,显示着献纳者的名字),在行进了大约四天的路程后,他们回到了船队处。
δηλοῖ δὲ καὶ τὴν εἰς Βουθρωτὸν τῶν Τρώων παρουσίαν λόφος τις, ᾧ τότε στρατοπέδῳ §1.51.2ἐχρήσαντο, Τροία καλούμενος.
特洛伊人曾到过布特罗通也由一座山丘所证实,他们当时将其用作营地,该山丘被称为特洛伊。
ἐκ δὲ Βουθρωτοῦ παρὰ γῆν κομισθέντες ἄχρι λιμένος Ἀγχίσου μὲν τότε ὀνομασθέντος, νῦν δʼ ἀσαφεστέραν ἔχοντος ὀνομασίαν, ἱερὸν καὶ αὐτόθι τῆς Ἀφροδίτης ἱδρυσάμενοι διαίρουσι τὸν Ἰόνιον ἡγεμόνας ἔχοντες τῆς ναυτιλίας, οἳ συνέπλευσαν αὐτοῖς ἐθελούσιοι συνεπισπόμενοι, τοὺς σὺν Πάτρωνι τῷ Θουρίῳ·
他们从布特罗通沿海岸航行,直到当时以安喀塞斯命名、而如今名称已较为模糊的港口(),并在那里建立了一座阿佛洛狄忒的神庙,随后横渡伊奥尼亚海,并以那些自愿与他们同行的人——即图里伊人帕特龙率领的人——作为航行的向导。
καὶ αὐτῶν οἱ μὲν πλείους, ἐπειδὴ σῶος ὁ στρατὸς εἰς Ἰταλίαν ἀφίκετο, ἐπʼ οἴκου αὖθις ἀνεκομίσθησαν, Πάτρων δὲ πεισθεὶς ὑπʼ Αἰνείου κοινωνεῖν τῆς ἀποικίας καὶ σὺν αὐτῷ τινες τῶν φίλων ὑπέμειναν ἐν τῷ στόλῳ· οὓς ἔνιοί φασιν ἐν Ἀλοντίῳ κατοικῆσαι τῆς Σικελίας.
在他们()之中,大部分人在军队安全抵达意大利后便再次返回家乡,但帕特龙在埃涅阿斯的劝说下同意参与殖民,他的几位朋友也随他留在船队中;有人说这些人后来定居在西西里的阿隆提翁。
ταύτης ὑπομνήσει τῆς εὐεργεσίας Ἀκαρνᾶσι Ῥωμαῖοι Λευκάδα καὶ Ἀνακτόριον ἀφελόμενοι Κορινθίους ἀνὰ χρόνον ἐχαρίσαντο Οἰνιάδας τε ἀποκαταστῆσαι βουλομένοις ἐπέτρεψαν καὶ τὰς Ἐχινάδας νήσους καρποῦσθαι κοινῇ μετʼ Αἰτωλῶν ἔδωκαν.
为了纪念这一恩惠,罗马人随着时间推移,从科林斯人手中夺取了雷乌卡斯和阿纳克托里翁并赠送给阿卡纳尼亚人,并允许想要恢复奥尼亚达伊的他们进行重建,还允许他们与埃托利亚人共同享用埃奇纳德斯群岛。
§1.51.3οἱ δὲ σὺν Αἰνείᾳ ποιησάμενοι τὴν ἀπόβασιν οὐ καθʼ ἓν χωρίον τῆς Ἰταλίας, ἀλλὰ ταῖς μὲν πλείσταις ναυσὶ πρὸς ἄκραν Ἰαπυγίας ὁρμισάμενοι, ἣ τότε Σαλεντῖνος ἐλέγετο, ταῖς δὲ λοιπαῖς κατὰ τὸ καλούμενον Ἀθήναιον, ἔνθα καὶ αὐτὸς Αἰνείας ἐτύγχανεν ἐπιβὰς Ἰταλίας ʽτοῦτο δὲ τὸ χωρίον ἐστὶν ἀκρωτήριον καὶ ἐπʼ αὐτῷ θερινὸς ὅρμος, ὃς ἐξ ἐκείνου λιμὴν Ἀφροδίτης καλεῖταἰ, παρέπλευσαν ἄχρι πορθμοῦ διὰ χειρὸς ἔχοντες Ἰταλίαν, ἴχνη τινὰ κἀν τούτοις ὑπολειπόμενοι τοῖς τόποις τῆς ἀφίξεως ἄλλα τε καὶ φιάλην χαλκῆν ἐν Ἥρας ἱερῷ γραφῇ δηλοῦσαν ἀρχαίᾳ τοῦ δωρησαμένου τῇ θεῷ Αἰνείου τοὔνομα.
而与埃涅阿斯同行的人并未在意大利的单一地点登陆,而是将大部分船只停泊在当时被称为萨伦蒂诺斯的亚皮吉亚海角,其余船只则停泊在所谓的阿特奈翁(),即埃涅阿斯本人亲自踏上意大利土地的地方(该地是一个海角,其上有一处夏季停泊地,自那以后被称为阿佛洛狄忒之港)。 他们顺着航行直到海峡,将意大利保持在右手边,在这些地方也留下了他们抵达的一些痕迹,特别是赫拉神庙里的一只青铜平盘,上面有古老的铭文显示着将其赠予女神的埃涅阿斯的名字。