§1.50.1ἐκ δὲ τῆς Παλλήνης ἄραντες οἱ Τρῶες εἰς Δῆλον ἀφικνοῦνται βασιλεύοντος αὐτῆς Ἀνίου·
特洛伊人从帕勒涅起航,抵达了由安尼乌斯统治的德洛斯岛。
καὶ ἦν πολλὰ σημεῖα ἐν Δήλῳ τῆς Αἰνείου τε καὶ Τρώων παρουσίας, ἕως ἤνθει τε καὶ ᾤκισθʼ ἡ νῆσος.
只要该岛繁荣且有人居住,德洛斯岛上就留存着许多埃涅阿斯和特洛伊人曾在此停留的证据。
ἔπειτα εἰς Κύθηρα νῆσον ἑτέραν, ἣ πρόκειται Πελοποννήσου, §1.50.2παραγενόμενοι ἱερὸν Ἀφροδίτης ἱδρύονται.
随后,他们来到伯罗奔尼撒半岛前方的另一个岛屿库瑟拉岛,并在到达后建立了一座阿佛洛狄忒的神庙。
ἀπὸ δὲ Κυθήρων ποιούμενοι τὸν πλοῦν οὐ πρόσω τῆς Πελοποννήσου τελευτήσαντα τῶν ἑταίρων τινὰ τῶν Αἰνείου Κίναιθον ἐπὶ τῶν ἀκρωτηρίων τινὸς θάπτουσιν, ὃ νῦν ἀπʼ ἐκείνου Κιναίθιον καλεῖται·
从库瑟拉岛继续航行,在距离伯罗奔尼撒半岛不远的地方,他们将埃涅阿斯去世的同伴之一基奈索斯葬在一个海角上,该海角如今因他而被称为基奈提翁。
καὶ τὴν πρὸς Ἀρκάδας συγγένειαν ἀνανεωσάμενοι, περὶ ἧς ἐν ὑστέρῳ λόγῳ διηγήσομαι, χρόνον τε ὀλίγον περὶ ταῦτα τὰ χωρία διατρίψαντες καὶ ὑπολιπόμενοί τινας σφῶν αὐτῶν εἰς Ζάκυνθον ἀφικνοῦνται.
在更新了与阿卡迪亚人的亲族关系(关于这一点我将在后文中叙述)后,他们在这些地方逗留了很短的时间,并留下了他们中的一些人,随后抵达了扎金索斯岛。
§1.50.3δεξαμένων δʼ αὐτοὺς καὶ τῶν Ζακυνθίων πρὸς φιλίαν διὰ τὸ συγγενές·
扎金索斯人也因亲族关系而友好地接待了他们。
Δαρδάνῳ γὰρ τῷ Διὸς καὶ Ἠλέκτρας τῆς Ἀτλαντίδος δύο γενέσθαι φασὶν ἐκ Βατείας παῖδας, Ζάκυνθόν τε καὶ Ἐριχθόνιον, ὧν ὁ μὲν Αἰνείου πρόγονος ἦν, Ζάκυνθος δὲ τῆς νήσου κτίστης·
因为据说宙斯与阿特拉斯之女厄勒克特拉之子达尔达诺斯,与巴提亚生有两个儿子,即扎金索斯和埃里克托尼乌斯,其中一人是埃涅阿斯的祖先,而扎金索斯则是该岛的创建者。
ταύτης τε δὴ τῆς συγγενείας ἀναμνήσει καὶ φιλοφροσύνῃ τῶν ἐπιχωρίων διατρίβοντες αὐτόθι καὶ ἅμα ἀπλοίᾳ κατειργόμενοι θύουσιν Ἀφροδίτῃ πρὸς τῷ κατασκευασθέντι ἱερῷ θυσίαν, ἣν εἰς τόδε χρόνου συντελοῦσι κοινῇ Ζακύνθιοι, καὶ ἀγῶνα ποιοῦσιν ἐφήβοις τῶν τε ἄλλων ἀγωνισμάτων καὶ δρόμου·
由于对这一亲族关系的怀念以及当地人的款待,他们在此逗留,同时因无法航行而受阻,他们在建成的神庙旁向阿佛洛狄忒献祭,扎金索斯人至今仍共同举行这一祭祀;他们还为青年举行竞技会,包括其他比赛和赛跑。
τὸ δὲ νικητήριον ὁ πρῶτος ἐλθὼν εἰς τὸν νεὼν λαμβάνει· λέγεται δὲ Αἰνείου καὶ Ἀφροδίτης ὁ δρόμος, καὶ §1.50.4ξόανα τούτων ἕστηκεν ἀμφοτέρων.
第一个到达神庙的人获得胜利的奖品;这场赛跑被称为“埃涅阿斯与阿佛洛狄忒的赛跑”,并且立有他们两人的木雕神像。
ἐκεῖθεν δὲ πελάγιον ποιησάμενοι τὸν πλοῦν εἰς Λευκάδα κατάγονται, κατεχόντων ἔτι τὸ χωρίον Ἀκαρνάνων.
从那里他们航行穿过开阔海域,在雷乌卡斯岛登陆,当时阿卡纳尼亚人仍占领着该地。
κἀν ταύτῃ πάλιν ἱερὸν Ἀφροδίτης ἱδρύονται τοῦτο, ὃ νῦν ἐστιν ἐν τῇ νησῖδι τῇ μεταξὺ τοῦ Διορύκτου τε καὶ τῆς πόλεως, καλεῖται δὲ Ἀφροδίτης Αἰνειάδος.
在此地他们也再次建立了一座阿佛洛狄忒的神庙,即如今位于运河与城市之间的小岛上、被称为“埃涅阿斯阿佛洛狄忒神庙”的那座。
ἄραντες δὲ αὐτόθεν ἐπί τε Ἄκτιον ἐλθόντες ὁρμίζονται τοῦ Ἀμβρακικοῦ κόλπου πρὸς τὸ ἀκρωτήριον.
他们从那里起航,来到阿克提翁,在安布拉基亚湾的海角停泊。
κἀκεῖθεν εἰς Ἀμβρακίαν ἀφικνοῦνται πόλιν, ἧς ἐβασίλευεν Ἄμβραξ ὁ Δεξαμενοῦ τοῦ Ἡρακλέους, καὶ ὑπολείπονται ἑκατέρωθι μνημεῖα τῆς ἀφίξεως·
从那里他们抵达了安布拉基亚城,该城由赫拉克勒斯之子德克萨美诺斯的儿子安布拉克斯统治。
ἐν Ἀκτίῳ μὲν Ἀφροδίτης Αἰνειάδος ἱερὸν καὶ πλησίον αὐτοῦ θεῶν μεγάλων, ἃ καὶ εἰς ἐμὲ ἦν· ἐν δὲ Ἀμβρακίᾳ ἱερόν τε τῆς αὐτῆς θεοῦ καὶ ἡρῶον Αἰνείου πλησίον τοῦ μικροῦ θεάτρου, ἐν ᾧ καὶ ξόανον μικρὸν ἀρχαϊκὸν Αἰνείου λεγόμενον, καὶ αὐτὸ θυσίαις ἐγέραιρον αἱ καλούμεναι παρʼ αὐτοῖς ἀμφίπολοι.
他们在两地都留下了抵达的纪念碑:在阿克提翁有一座埃涅阿斯阿佛洛狄忒的神庙,其附近还有伟大神灵的神庙,这些建筑直到我的时代依然存在;在安布拉基亚则有同一女神的神庙,以及在小剧场附近有一座埃涅阿斯的英雄庙,庙中有一尊据传为埃涅阿斯的古朴的木质小像,当地被称为“侍女”的妇女们会通过献祭来敬拜它。