Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.48.1-1.48.4

关于埃涅阿斯出逃的赫拉尼库斯等诸家学说

第 48 段,共 962 段 · 希腊语

内容简介

本文介绍了关于埃涅阿斯逃亡的各种说法,展示了赫拉尼库斯最可信的版本,以及索福克勒斯、梅内克拉特斯等人的不同假说。

§1.48.1ὁ μὲν οὖν πιστότατος τῶν λόγων, ᾧ κέχρηται τῶν παλαιῶν συγγραφέων Ἑλλάνικος ἐν τοῖς Τρωικοῖς, περὶ τῆς Αἰνείου φυγῆς τοιός2δε ἐστίν.
因此,关于埃涅阿斯的逃亡,在古代历史学家中,赫拉尼库斯在其《特洛伊史》中所采用的最为可信的叙述如下。
εἴρηνται δὲ καὶ ἄλλοις τισὶ περὶ τῶν αὐτῶν οὐ κατὰ ταὐτὰ ἔχοντες λόγοι, οὓς ἧττον ἔγωγε τούτου πιθανοὺς εἶναι νομίζω.
关于同样的事,其他一些人也给出了不尽相同的说法,但我认为这些说法不如前一个可信。
κρινέτω δὲ ὡς ἕκαστος τῶν ἀκουόντων βούλεται.
不过,听众中的每个人都可以根据自己的意愿来做判断。
§1.48.2Σοφοκλῆς μὲν ὁ τραγῳδοποιὸς ἐν Λαοκόωντι δράματι μελλούσης ἁλίσκεσθαι τῆς πόλεως πεποίηκε τὸν Αἰνείαν ἀνασκευαζόμενον εἰς τὴν Ἴδην, κελευσθέντα ὑπὸ τοῦ πατρὸς Ἀγχίσου κατὰ τὴν μνήμην ὧν Ἀφροδίτη ἐπέσκηψε καὶ ἀπὸ τῶν νεωστὶ γενομένων περὶ τοὺς Λαοκοωντίδας σημείων τὸν μέλλοντα ὄλεθρον τῆς πόλεως συντεκμηραμένου.
悲剧诗人索福克勒斯在《拉奥孔》一剧中,写到在城市即将被攻陷时,埃涅阿斯正收拾行装准备迁往伊达山。 他是受到了父亲安喀塞斯的命令,而安喀塞斯则是根据阿佛洛狄忒所嘱托的记忆,并从最近发生在拉奥孔及其子嗣身上的征兆,推测出该城即将面临毁灭。
ἔχει δʼ ἐν αὐτῷ τὰ ἰαμβεῖα ἐν ἀγγέλου προσώπῳ λεγόμενα ὧδε· "νῦν δʼ ἐν πύλαισιν Αἰνέας ὁ τῆς θεοῦ πάρεστʼ ἐπʼ ὤμων πατέρʼ ἔχων κεραυνίου νώτου καταστάζοντα βύσσινον φάρος.
剧中使用使者的角色所说出的双音步诗句如下:“如今在城门口,那位女神的儿子埃涅阿斯已在,他的肩膀上背着父亲,从父亲那曾遭雷击的背上,垂下一件细麻布的外衣。
κύκλῳ δὲ πᾶσαν οἰκετῶν παμπληθίαν· συμπλάζεται δὲ πλῆθος οὐχ ὅσον δοκεῖς, οἳ τῆς2δʼ ἐρῶσι τῆς ἀποικίας Φρυγῶν. "
而在他们的周围是全家所有的仆役;同行的还有黑压压的一群人,数量远超你的想象,他们都渴望着弗里吉亚人的这次移居。
§1.48.3Μενεκράτης δὲ ὁ Ξάνθιος προδοῦναι τοῖς Ἀχαιοῖς αὐτὸν ἀποφαίνει τὴν πόλιν τῆς πρὸς Ἀλέξανδρον ἔχθρας ἕνεκα, καὶ διὰ τὴν εὐεργεσίαν ταύτην Ἀχαιοὺς αὐτῷ συγχωρῆσαι διασώσασθαι τὸν οἶκον.
” 然而,桑索斯的梅内克拉特斯则断言,由于对亚历山大的敌意,他将城市出卖给了阿开亚人,而因为这一功绩,阿开亚人允许他保全了自己的家室。
σύγκειται δὲ αὐτῷ ὁ λόγος ἀρξαμένῳ ἀπὸ τῆς Ἀχιλλέως ταφῆς τὸν τρόπον τόνδε· ʽἈχαιοὺς δʼ ἀνίη εἶχε καὶ ἐδόκεον τῆς στρατιῆς τὴν κεφαλὴν ἀπηράχθαι.
他的叙述是从阿喀琉斯的葬礼开始的,其结构如下:‘痛苦笼罩着阿开亚人,他们认为军队的首领已被斩首。
ὅμως δὲ τάφον αὐτῷ δαίσαντες ἐπολέμεον βίῃ πάσῃ, ἄχρις Ἴλιος ἑάλω Αἰνείεω ἐνδόντος.
然而,他们在为他举行了丧宴之后,仍以全部力量进行战斗,直到由于埃涅阿斯开城投降,伊利翁才被攻陷。
Αἰνείης γὰρ ἄτιτος ἐὼν ὑπὸ Ἀλεξάνδρου καὶ ἀπὸ γερέων ἐξειργόμενος ἀνέτρεψε Πρίαμον· ἐργασάμενος δὲ ταῦτα εἷς Ἀχαιῶν ἐγεγόνεἰ.
因为埃涅阿斯未受到亚历山大的重视,并被剥夺了特权,所以他推翻了普里阿摩斯;在做完了这些事之后,他就成为了阿开亚人中的一员。
§1.48.4ἄλλοι δέ τινες ἐπὶ τοῦ ναυστάθμου τοῦ Τρωικοῦ τυχεῖν αὐτὸν τηνικαῦτα διατρίβοντα λέγουσιν, οἱ δʼ εἰς Φρυγίαν ἀπεσταλμένον ὑπὸ Πριάμου μετὰ δυνάμεως ἐπί τινα χρείαν στρατιωτικήν· εἰσὶ δʼ οἳ μυθωδεστέραν αὐτοῦ ποιοῦσι τὴν ἔξοδον.
’ 另外还有一些人说,他当时恰好在特洛伊的船只停泊处逗留,而另一些人则说,他是被普里阿摩斯派遣,率领军队前往弗里吉亚执行某项军事任务;也有人将他的离去描述得更具神话色彩。
ἐχέτω δʼ ὅπῃ τις αὑτὸν πείθει.
不过,就让每个人按自己相信的方式去理解吧。

词汇与语法注释

  1. 1.48.2συντεκμηραμένου — 与属格名词“τοῦ πατρὸς Ἀγχίσου”(受介词“ὑπὸ”支配)一致的属格分词。它起到了环境分词的作用,解释了安喀塞斯下达命令的原因或背景。
  2. 1.48.3Αἰνείεω ἐνδόντος — 采用爱奥尼亚方言的属格独立分词结构(其中“Αἰνείεω”是“Αἰνείας”的爱奥尼亚方言属格形式)。动词“ἐνδίδωμι”在此意为“让步”或“(向敌人)开城门”,表明了伊利翁被攻陷的背景。
  3. 1.48.4τυχεῖν αὐτὸν τηνικαῦτα διατρίβοντα — 动词“τυγχάνω”带分词(“δια特里蓬塔”)表示“碰巧正在……”的结构。整句话作为不定式受动结构(间接引语)依赖于“λέγουσιν”,而“αὐτόν”则是其逻辑主语(宾格主语)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.48.1-1.48.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.48.1-1.48.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。