Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.46.1-1.46.4

特洛伊沦陷与埃涅阿斯的撤退

第 46 段,共 962 段 · 希腊语

内容简介

阿开亚人攻占特洛伊时,埃涅阿斯占领了卫城(佩加蒙),并组织了一次有计划的撤退,以拯救盟友、难民和神圣器物。

§1.46.1Ἰλίου κρατηθέντος ὑπʼ Ἀχαιῶν, εἴτε τοῦ δουρείου ἵππου τῇ ἀπάτῃ, ὡς Ὁμήρῳ πεποίηται, εἴτε τῇ προδοσίᾳ τῶν Ἀντηνοριδῶν εἴτε ἄλλως πως, τὸ μὲν ἄλλο πλῆθος ἐν τῇ πόλει Τρωικόν τε καὶ συμμαχικὸν ἐν ταῖς εὐναῖς ἔτι καταλαμβανόμενον ἐφονεύετο ʽνυκτὸς γὰρ δὴ τὸ δεινὸν ἀφυλάκτοις αὐτοῖς ἐπιστῆναι ἔοικενʼ, Αἰνείας δὲ καὶ οἱ σὺν αὐτῷ παρόντες Ἰλιεῦσιν ἐπίκουροι Τρῶες ἐκ Δαρδάνου τε πόλεως καὶ Ὀφρυνίου τῶν τε ἄλλων ὅσοι τῆς κάτω πόλεως ἁλισκομένης ἔφθασαν αἴσθησιν τοῦ δεινοῦ λαβεῖν, ἐπὶ τὰ καρτερὰ τοῦ Περγάμου συμφυγόντες τὴν ἀκρόπολιν ἰδίῳ τείχει φρουρουμένην καταλαμβάνονται, ἐν ᾗ καὶ ἱερὰ τὰ πατρῷα τοῖς Τρωσὶν ἦν καὶ χρημάτων ὁ πολὺς πλοῦτος, οἷα εἰκὸς ἐν ἐχυρῷ, §1.46.2καὶ τοῦ στρατιωτικοῦ τὸ κράτιστον·
当伊利翁被阿开亚人攻陷时,无论是因为木马的诡计(如荷马所描绘的那样),还是因为安特诺尔家族的背叛,抑或是由于其他原因,城中的其他特洛伊人及盟军大众,在还在床榻上时就被捕获并被屠杀了。 因为这场灾难似乎是在夜间、在他们毫无防备时降临的。 然而,埃涅阿斯以及与他一起协助伊利翁人的特洛伊盟军,他们来自达尔达诺斯市、奥弗里尼乌姆市,以及所有在下城区被占领时及时察觉到危险的其他人,一同逃到了佩加蒙的坚固地带,占领了由独立城墙守卫的卫城。 在这里,既有特洛伊人祖传的神圣器物,也有大量的财富,这在要塞中也是理所当然的,并且还有军队中最精锐的部分。
ἔνθα ὑπομένοντες ἀπεκρούοντο τοὺς πειρωμένους ἐπιβαίνειν τῆς ἄκρας καὶ τὸ διαπῖπτον ὑπὸ τῆς ἁλώσεως πλῆθος ἐμπειρίᾳ στενωπῶν ὑποθέοντες ἀνελάμβανον· καὶ ἐγένετο τοῦ καταληφθέντος πλεῖον τὸ διαφυγόν.
他们在此坚守,击退了企图登上卫城的敌人,并凭借对狭窄巷道的熟悉,穿插接应,收容了从沦陷中逃离出来的民众;结果,逃脱的人数比被俘的人数还要多。
τὴν μὲν δὴ αὐτίκα ὁρμὴν τῶν πολεμίων, ἣν εἶχον ὅλην διαχρήσασθαι τὴν πόλιν, καὶ τὸ μὴ πᾶν ἐξ ἐφόδου καταληφθῆναι τὸ ἄστυ τοῦτο τὸ μηχάνημα ἐξευρὼν Αἰνείας ἐπέσχε.
埃涅阿斯通过想出这个计策,遏制了敌人企图毁灭整个城市的当面攻势,并阻止了整座城镇在最初的急袭中被彻底占领。
λογισμὸν δὲ τὸν εἰκότα περὶ τοῦ μέλλοντος λαμβάνων, ὡς ἀμήχανον εἴη πρᾶγμα σῶσαι πόλιν, ἧς τὰ πλείω ἤδη ἐκρατεῖτο, εἰς νοῦν βάλλεται τοῦ μὲν τείχους ἐρήμου παραχωρῆσαι τοῖς πολεμίοις, τὰ δὲ σώματα αὐτὰ καὶ τὰ ἱερὰ τὰ πατρῷα καὶ χρήματα ὁπόσα φέρειν δύναιτο διασώσασθαι.
然而,他对未来作出了合理的推测,认为要拯救一座大部分已被占领的城市是不可能的事,于是他心中决定,将空无一人的城墙让给敌人,而将他们自身的生命、祖传的神圣器物以及凡能携带的财宝安全救出。
§1.46.3δόξαν δὲ αὐτῷ, παῖδας μὲν καὶ γυναῖκας καὶ τὰ γηραιὰ σώματα καὶ ὁπόσοις ἄλλοις βραδείας ἔδει φυγῆς προεξελθεῖν κελεύει τῆς πόλεως κατὰ τὰς ἐπὶ τὴν Ἴδην φερούσας ὁδοὺς, ἕως Ἀχαιοὶ τὴν ἄκραν ἑλεῖν προθυμούμενοι διώξεως τοῦ διαπίπτοντος ἐκ τῆς πόλεως πλήθους οὐδὲν προεμηχανῶντο, τοῦ δὲ στρατιωτικοῦ τὸ μὲν ἐπὶ φυλακῇ τῶν ἐξιόντων ἔταξεν, ὡς ἀσφαλής τε καὶ ἀταλαίπωρος ἐκ τῶν ἐνόντων ἡ φυγὴ αὐτοῖς γένοιτο, εἴρητο δὲ τούτοις τὰ καρτερώτατα καταλαβέσθαι τῆς Ἴδης·
做出这一决定后,他命令妇女、儿童、老人以及所有其他需要缓慢撤退的人,沿着通往伊达山的路先期撤离城市。 此时,阿开亚人正急于攻占卫城,对于追击从城中逃离的民众未作任何准备。 在军队中,他部署了一部分人来护卫撤离的人,以便在尽可能的范围内,使他们的逃亡安全且少受痛苦。 这些人被命令去占领伊达山最坚固(险要)的地方。
τὸ δὲ λοιπὸν, ὃ δὴ κράτιστον ἦν, αὐτὸς ἔχων ὑπέμενεν ἐπὶ τοῦ τείχους καὶ παρεῖχε τοῖς προεξελθοῦσιν ἧττον ἐπιπόνους διηρτημένων τειχομαχίᾳ τῶν πολεμίων τὰς φυγάς.
而埃涅阿斯自己率领其余也是最精锐的部分,坚守在城墙上,在敌人因围攻战而被拖延期间,使先期撤离者的逃亡不那么艰难。
§1.46.4Νεοπτολέμου δὲ σὺν τοῖς ἀμφʼ αὐτὸν ἐπιβάντος μέρους τινὸς τῆς ἄκρας καὶ προσβοηθησάντων αὐτοῖς Ἀχαιῶν ἁπάντων τῆς μὲν ἄκρας μεθίεται, ἀνοίξας δὲ τὰς πύλας ἀπῄει συντεταγμένους ἔχων τοὺς λοιποὺς φυγάδας, ἀγόμενος ἐπὶ ταῖς κρατίσταις συνωρίσι τόν τε πατέρα καὶ θεοὺς τοὺς πατρῴους γυναῖκά τε καὶ τέκνα καὶ τῶν ἄλλων εἴ τι πλείστου ἄξιον ἦν σῶμα ἢ χρῆμα.
但当新普托勒莫斯及其部下登上卫城的一角,且全体阿开亚人赶来增援他们时,埃涅阿斯便放弃了卫城,打开城门,率领其余的撤退者整队离去。 他用最优秀的双马战车载着父亲、祖传的神灵、妻子和孩子们,以及其他任何最有价值的人或物。

词汇与语法注释

  1. 1.46.1Ὁμήρῳ — 伴随完成中被动动词(此处为完成时被动第三人称单数 `πεποίηται`)的行为者与格(dative of agent)。它代替了通常的 ὑπό + 属格,译为“由荷马(所作/所绘)”。
  2. 1.46.1ἔφθασαν αἴσθησιν τοῦ δεινοῦ λαβεῖν — `φθάνω` 接不定式的句型,表示“在为时已晚之前做某事”或“先于他人做某事”。此处表示在下城区被占领而为时已晚之前,他们得以及时察觉危险。
  3. 1.46.2τὸ μὴ πᾶν ἐξ ἐφόδου καταληφθῆναι τὸ ἄστυ — 带有冠词 `τό` 的不定式从句,作为主句动词 `ἐπέσχε`(阻止、遏制)的直接宾语。不定式的否定使用 `μή`,意为“阻止了整座城镇在最初的急袭中被彻底占领”。
  4. 1.46.3δόξαν δὲ αὐτῷ — 使用非人称动词 `δοκεῖ`(似乎、决定)的分词形式构成的绝对宾格(accusative absolute)句型。非人称表达的分词(此处为中性单数宾格 `δόξαν`)采用绝对宾格而非绝对属格,意为“既然他已决定”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.46.1-1.46.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.46.1-1.46.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。