Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.45.1-1.45.4

从埃涅阿斯抵达至罗马建城之概述

第 45 段,共 962 段 · 希腊语

内容简介

本节概述了特洛伊人在埃涅阿斯率领下抵达劳伦图姆并建立拉维尼乌姆,后与原住民融合建立阿尔巴并最终由罗穆卢斯建立罗马的历程,同时作者表明将对比希腊与罗马史料以详述埃涅阿斯到达意大利事件的意图。

§1.45.1κατὰ δὲ τὸν χρόνον τοῦτον Τρῶες οἱ σὺν Αἰνείᾳ διαφυγόντες ἐξ Ἰλίου τῆς πόλεως ἁλούσης κατέσχον εἰς Λωρεντόν, αἰγιαλὸν Ἀβοριγίνων ἐπὶ τῷ Τυρρηνικῷ πελάγει κείμενον, οὐ πρόσω τῶν ἐκβολῶν τοῦ Τεβέριος·
在这个时候,在伊利翁城被攻陷后随埃涅阿斯逃离的特洛伊人,到达了位于第勒尼安海畔、离台伯河口不远的原住民海岸劳伦图姆。
λαβόντες δὲ παρὰ τῶν Ἀβοριγίνων χωρίον εἰς οἴκησιν καὶ ὅσα ἠξίουν, πολίζονται μικρὸν ἀποσχόντες ἀπὸ θαλάττης ἐπὶ λόφῳ τινὶ Λαουΐνιον ὄνομα τῇ πόλει θέμενοι.
他们从原住民那里获得了一处定居之地和他们所要求的一切,便在距离海洋不远的一个丘陵上建立了一座小城镇,给这座城市起名叫拉维尼乌姆。
§1.45.2ὀλίγῳ δʼ ὕστερον χρόνῳ τὴν ἀρχαίαν ἀλλάξαντες ὀνομασίαν ἅμα τοῖς Ἀβοριγῖσιν ἀπὸ τοῦ βασιλέως τῆς χώρας Λατῖνοι ὠνομάσθησαν· καὶ μεταναστάντες ἐκ τοῦ Λαουϊνίου κοινῇ μετὰ τῶν ἐπιχωρίων μείζονα περιβάλλονται πόλιν, ἣν Ἄλβαν ἐκάλεσαν, ἐξ ἧς ὁρμώμενοι πολλὰς μὲν καὶ ἄλλας πόλεις ἔκτισαν τῶν κληθέντων Πρίσκων Λατίνων, ἐξ ὧν αἱ πλεῖσται ἔτι καὶ εἰς ἐμὲ ἦσαν οἰκούμεναι, §1.45.3γενεαῖς δʼ ὕστερον ἑκκαίδεκα μετὰ τὴν Ἰλίου ἅλωσιν ἐκπέμψαντες ἀποικίαν εἰς τὸ Παλλάντιόν τε καὶ τὴν Σατορνίαν, ἔνθα Πελοποννήσιοί τε καὶ Ἀρκάδες τὴν πρώτην οἴκησιν ἐποιήσαντο καὶ ἦν ἔτι ζώπυρʼ ἄττα περιλειπόμενα τοῦ παλαιοῦ γένους, οἰκίζουσι τοὺς τόπους περιλαβόντες τείχεσι τὸ Παλλάντιον, ὥστε λαβεῖν πόλεως σχῆμα τότε πρῶτον.
不久之后,他们改掉了古老的名称,与原住民一起根据该地区的国王被称为拉提努斯人;他们与当地人共同迁出拉维尼乌姆,围绕着建立了一座更大的城市,称之为阿尔巴,并以此为基地,创建了后来被称为“古拉提努斯人”的许多其他城市,其中大多数在我的时代仍有人居住,在伊利翁陷落十六代之后,他们向帕兰提翁和萨图尔尼亚派遣了殖民队,在那里伯罗奔尼撒人和阿卡迪亚人曾建立最初的定居点,且古老部族的些许余烬仍有存留。 他们在那片地方定居,用城墙将帕兰提翁围起,使其在当时首次呈现出城市的轮廓。
τίθενται δὲ τῷ κτίσματι Ῥώμην ὄνομα ἀπὸ τοῦ στείλαντος τὴν ἀποικίαν Ῥωμύλου, ὃς ἦν ἕβδομος καὶ §1.45.4δέκατος ἀπʼ Αἰνείου γεγονώς.
他们根据派遣殖民队的罗穆卢斯的名字,给这个新建立的城镇起名叫罗马,他是埃涅阿斯之后第十七代子孙。
βούλομαι δὲ καὶ περὶ τῆς Αἰνείου παρουσίας εἰς Ἰταλίαν, ἐπεὶ τῶν συγγραφέων τοῖς μὲν ἠγνόηται, τοῖς δὲ διαπεφώνηται ὁ περὶ αὐτοῦ λόγος, μὴ παρέργως διελθεῖν τάς τε τῶν Ἑλλήνων καὶ τὰς Ῥωμαίων τῶν μάλιστα πιστευομένων ἱστορίας παραβαλών.
我也希望对埃涅阿斯抵达意大利一事进行详尽的阐述,因为在历史学家中,关于他的传闻有的不为人知,有的则众说纷纭,我将对比最可信的希腊人和罗马人的历史记载。
ἔχει δὲ τὰ περὶ αὐτοῦ λεγόμενα ὧδε.
关于他的传闻如下。

词汇与语法注释

  1. 1.45.1Ἰλίου τῆς πόλεως ἁλούσης — 属格独立结构,表示时间(“在伊利翁城被攻陷之后”),其中名词 `Ἰλίου` 与 `τῆς πόλεως` 呈同格关系。
  2. 1.45.2τῶν κληθέντων Πρίσκων Λατίνων — 部分属格或所属属格,修饰 `πόλεις`。该分词短语起到类似关系从句的作用,意为“(在那些)被称为‘古拉提努斯人’的(城市中)”。
  3. 1.45.3ἦν ἔτι ζώπυρʼ ἄττα περιλειπόμενα — 由于主语 `ζώπυρα`(余烬)是中性复数名词,动词 `ἦν`(三人称单数)遵循了希腊语中“中性复数主语配单数动词”的标准规则。`ἄττα` 是 `τινά`(某些、一些)的雅典方言形式。
  4. 1.45.4τῶν συγγραφέων τοῖς μὲν ἠγνόηται, τοῖς δὲ διαπεφώνηται — 与格代词 `τοῖς μὲν... τοῖς δὲ` 是与完成被动式动词 `ἠγνόηται` 和 `διαπεφώνηται` 连用的“施事者与格”,并受到部分属格 `τῶν συγγραφέων` 的修饰,意为“在历史学家中,被一些人……被另一些人……”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.45.1-1.45.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.45.1-1.45.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。