Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.42.1-1.42.4

赫拉克勒斯平定意大利与诛灭卡库斯

第 42 段,共 962 段 · 希腊语

内容简介

赫拉克勒斯征服意大利各城邦并消灭了野蛮的卡库斯,通过安置随军征战的民众等体现将帅之才的功绩,在意大利赢得了极大的声誉。

§1.42.1ἐπειδὴ δὲ τούτους καταστρεψάμενος τῶν παρόδων ἐκράτησεν, οἱ μέν τινες ἑκούσιοι παρεδίδοσαν αὐτῷ τὰς πόλεις, μάλιστα δὲ ὅσοι ἀπὸ τοῦ Ἑλληνικοῦ γένους ἦσαν ἢ δυνάμεις οὐκ εἶχον ἀξιοχρέους, οἱ δὲ πλείους ἐκ πολέμου καὶ πολιορκίας παρίσταντο.
当他征服了这些人并控制了通道后,有些人自愿向他交出城邦,特别是那些属于希腊族裔或不具备足够军力的人,但大多数人是通过战争和围困而屈服的。
§1.42.2ἐν δὴ τούτοις τοῖς μάχῃ κρατηθεῖσι καὶ τὸν ὑπὸ Ῥωμαίων μυθολογούμενον Κάκον, δυνάστην τινὰ κομιδῇ βάρβαρον καὶ ἀνθρώπων ἀνημέρων ἄρχοντα, γενέσθαι φασὶν αὐτῷ διάφορον, ἐρυμνοῖς χωρίοις ἐπικαθήμενον καὶ διὰ ταῦτα τοῖς πλησιοχώροις ὄντα λυπηρόν.
据说,在这些被战火征服的人中,有罗马人神话传说中的卡库斯,他是一个极其野蛮的统治者,统治着粗野的人民。 他成了赫拉克勒斯的宿敌,占据着险要之地,并因此给近邻带来痛苦。
ὃς ἐπειδὴ καταστρατοπεδεύσαντα τὸν Ἡρακλέα ἔμαθεν ἐν τῷ προσεχεῖ πεδίῳ, λῃστρικῶς διασκευασάμενος ἐπιδρομῇ αἰφνιδίῳ ἐχρήσατο κατακοιμωμένου τοῦ στρατοῦ καὶ τῆς λείας ὅσῃ ἐπέτυχεν ἀφυλάκτῳ §1.42.3περιβαλόμενος ἀπήλασεν.
他得知赫拉克勒斯已在临近的平原宿营,便装扮成强盗的样子,在军队沉睡时发动了突然袭击,将他碰巧遇到的、无人看管的战利品尽数围拢并赶走。
ὕστερον δὲ κατακλεισθεὶς ὑπὸ τῶν Ἑλλήνων εἰς πολιορκίαν, τά τε φρούρια κατὰ κράτος ἁλόντʼ ἐπεῖδε καὶ αὐτὸς ἐν τοῖς ἐρύμασιν ἀνῃρέθη.
后来,他被希腊人围困,亲眼目睹自己的堡垒被强行攻陷,他自己也在防线中被杀。
τῶν δὲ φρουρίων αὐτοῦ κατασκαφέντων τὰ πέριξ χωρία οἱ συνεξελθόντες Ἡρακλεῖ κατὰ σφᾶς ἕτεροι παρέλαβον Ἀρκάδες τέ τινες οἱ σὺν Εὐάνδρῳ καὶ Φαῦνος ὁ τῶν Ἀβοριγίνων βασιλεύς.
在他的堡垒被夷为平地后,随同赫拉克勒斯一同出征的其他人群各自接管了周边的土地:其中包括随同埃万德尔而来的部分阿卡迪亚人,以及阿博里金人的国王法乌努斯。
εἰκάσειε δʼ ἄν τις καὶ τοὺς ὑπομείναντας αὐτόθι τῶν Ἑλλήνων Ἐπειοὺς καὶ τοὺς ἐκ Φενεοῦ Ἀρκάδας καὶ Τρῶας ἐπὶ §1.42.4φυλακῇ τῆς χώρας καταλειφθῆναι.
人们也可以推测,留在当地的希腊人中的埃佩伊人、来自费内奥斯的阿卡迪亚人以及特洛伊人,是为了防守该地区而被留下的。
στρατηγικὸν γὰρ δὴ καὶ τοῦτο τῶν Ἡρακλέους ἔργων καὶ οὐδενὸς ἧττον θαυμάζεσθαι ἐπιτήδειον, τὸ δὴ τοὺς ἀνασπάστους ἐκ τῶν κεκρατημένων πόλεων τέως μὲν ἐπάγεσθαι κατὰ τὰς στρατείας, ἐπεὶ δὲ προθύμως τοὺς πολέμους συνδιενέγκαιεν εἰς τὰ δορίκτητα κατοικίζειν καὶ τοῖς παρʼ ἑτέρων ἐπιχορηγηθεῖσι δωρεῖσθαι πλούτοις.
因为赫拉克勒斯这一举措也确实极具将帅之才,并不比其他任何事迹更不值得赞美:即在一段时间内让那些从被征服城市中迁出的人们随军征战,而在他们热心共同承担了战争的重担后,将他们安置在以长枪夺取的土地上,并用由他人供给的财富赏赐他们。
διὰ μὲν δὴ ταῦτα μέγιστον ὄνομα καὶ κλέος Ἡρακλέους ἐν Ἰταλίᾳ γεγενῆσθαι, καὶ οὐ τῆς παρόδου χάριν, ᾗ σεμνὸν οὐδὲν προσῆν.
确实正是由于这些原因,赫拉克勒斯在意大利赢得了极大的名声和荣誉,而绝非因为他那不带任何庄严色彩的单纯通过。

词汇与语法注释

  1. 1.42.2γενέσθαι φασὶν αὐτῷ διάφορον — 与格 αὐτῷ 依附于形容词 διάφορον(“敌对的”、“不和的”),表示“与他(赫拉克勒斯)发生敌对/冲突”。
  2. 1.42.2τῆς λείας ὅσῃ ἐπέτυχεν ἀφυλάκτῳ — 关系代词 ὅσῃ 呈与格,受动词 ἐπέτυχεν(“碰巧遇到、获取”)支配,但在逻辑上它也是介词分词 περιβαλόμενος(“据为己有、夺取”)的宾语。整句结构相当于 περιβαλόμενος τὴν λείαν, ὅσῃ ἀφυλάκτῳ ἐπέτυχεν(将他所碰巧遇到的、无人看管的战利品尽数夺取)。
  3. 1.42.4τὸ δὴ τοὺς ἀνασπάστους ... κατοικίζειν — 带冠词的不定式 τὸ ... κατοικίζειν καὶ ... δωρεῖσθαι 作为前文指示代词 τοῦτο 的同位语,具体解释了赫拉克勒斯“将帅之才的事迹”(στρατηγικόν ... τῶν Ἡρακλέους ἔργων)的具体内容。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.42.1-1.42.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.42.1-1.42.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。