Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.36.1-1.36.3

克洛诺斯的传说与意大利的富庶风土

第 36 段,共 962 段 · 希腊语

内容简介

作者介绍了关于克洛诺斯统治意大利的本土传说,并论证了从自给自足和作物多样性的角度来看,意大利是世界上最富庶、最优秀的土地。

§1.36.1ἔστι δέ τις καὶ ἕτερος λόγος ὑπὸ τῶν ἐπιχωρίων μυθολογούμενος, ὡς πρὸ τῆς Διὸς ἀρχῆς ὁ Κρόνος ἐν τῇ γῇ ταύτῃ δυναστεύσειε, καὶ ὁ λεγόμενος ἐπʼ ἐκείνου βίος ἅπασι δαψιλὴς ὁπόσοις ὧραι φύουσιν οὐ παρʼ ἄλλοις μᾶλλον ἢ παρὰ σφίσι γένοιτο.
当地人中还流传着另一个传说:在宙斯统治之前,克洛诺斯曾在这片土地上实行统治,而在他那个时代所说的那种生活——即四季所生产的一切都丰饶充沛的生活——在他们那里实现,甚于在任何其他地方。
§1.36.2καὶ εἴ τις ἄλλως ἀφελῶν τὸ μυθῶδες τοῦ λόγου χώρας ἀρετὴν ἐξετάζειν ἐθελήσειεν, ἐξ ἧς γένος τὸ ἀνθρώπων πλείστας εὐφροσύνας ἐκαρπώσατο γενόμενον εὐθὺς εἴτʼ ἐκ γῆς ὡς ὁ παλαιὸς ἔχει λόγος, εἴτʼ ἄλλως πως, οὐκ ἂν εὕροι ταύτης τινὰ ἐπιτηδειοτέραν.
如果有人撇开故事中的神话色彩,想要考察一个地方的土地肥沃度——人类正是从这片土地中,无论是像古老传说所说的那样直接生自大地,还是通过其他什么方式,一诞生便享有了最丰厚的快乐——那么他绝不会找到比这片土地更合适的地方。
ὡς γὰρ μία γῆ πρὸς ἑτέραν κρίνεσθαι τοσαύτην τὸ μέγεθος, οὐ μόνον τῆς Εὐρώπης, ἀλλὰ καὶ τῆς ἄλλης ἁπάσης κρατίστη κατʼ ἐμὴν δόξαν ἐστὶν Ἰταλία.
因为如果将如此幅员辽阔的一片土地与另一片土地进行比较,在我看来,意大利不仅在欧洲,而且在世界上所有其他地方中也是最优秀的。
§1.36.3καίτοι με οὐ λέληθεν ὅτι πολλοῖς οὐ πιστὰ δόξω λέγειν, ἐνθυμουμένοις Αἴγυπτόν τε καὶ Λιβύην καὶ Βαβυλῶνα καὶ εἰ δή τινες ἄλλοι χῶροί εἰσιν εὐδαίμονες·
然而,我也很清楚,对于许多心里想着埃及、利比亚、巴比伦以及其他任何富庶之地的人来说,我的话似乎难以置信。
ἀλλʼ ἐγὼ τὸν ἐκ γῆς πλοῦτον οὐκ ἐν μιᾷ τίθεμαι καρπῶν ἰδέᾳ οὐδʼ εἰσέρχεταί με ζῆλος οἰκήσεως, ἐν ᾗ μόνον εἰσὶν ἄρουραι πίονες, τῶν δʼ ἄλλων οὐδὲν ἢ βραχύ τι χρησίμων, ἀλλʼ ἥτις ἂν εἴη πολυαρκεστάτη τε καὶ τῶν ἐπεισάκτων ἀγαθῶν ἐπὶ τὸ πολὺ ἐλάχιστον δεομένη, ταύτην κρατίστην εἶναι λογίζομαι.
但就我而言,我并不将来自大地的财富仅置于单一的作物种类中,我也不会去向往那样一个居所——那里虽然只有肥沃的耕地,但其他有用的东西要么全无,要么极少;相反,我认为最能自给自足、且在很大程度上最不需要进口货物的土地才是最好的。
τοῦτο δὲ τὸ παμφόρον καὶ πολυωφελὲς παρʼ ἡντινοῦν ἄλλην γῆν Ἰταλίαν ἔχειν πείθομαι.
而我坚信,意大利比任何其他土地都更拥有这种能够产出一切且大有裨益的品质。

词汇与语法注释

  1. §1.36.1δυναστεύσειε — ὡς 从句中的间接引语希求语气(斜说语气)。尽管主句动词 ἔστι 是现在时,但由于它引入的是古代传说,因此在间接引语中使用希求语气来陈述过去的事实(γένοιτο 亦同)。
  2. §1.36.2ὡς γὰρ μία γῆ πρὸς ἑτέραν κρίνεσθαι — ὡς + 不定词表示限制或条件:“如果将一个(如此幅员的)土地与另一个进行比较的话”。它作为插入语,用以将意大利的整体优越性与其他的辽阔地域进行对比。
  3. §1.36.3με οὐ λέληθεν — 动词 λανθάνω(隐藏、不被察觉)的现在完成时主动单数第三人称 λέληθεν 与宾格代词 με 结合,并被 οὐ 否定。字面意思是“某事没有避开我的注意”,即“我非常清楚”,表达强烈的自觉。接下来的 ὅτι 从句交代其具体内容。
  4. §1.36.3ἐνθυμουμένοις — 分词的与格形式,与前文的 πολλοῖς(对于许多人)一致,带有原因或条件色彩(“对于那些将……置于心中考量的人”),解释了这些人为何会觉得作者的话难以置置信。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.36.1-1.36.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.36.1-1.36.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。