§1.32.1ὡς δέ τινες ἱστοροῦσιν, ὧν ἐστι καὶ Πολύβιος ὁ Μεγαλοπολίτης, ἐπί τινος μειρακίου Πάλλαντος αὐτόθι τελευτήσαντος·
但正如一些人(其中包括梅加洛波利斯的波利比乌斯)所记录的,该地是得名于一位在此去世的年轻男子帕拉斯。
τοῦτον δὲ Ἡρακλέους εἶναι παῖδα καὶ Λαύνας τῆς Εὐάνδρου θυγατρός· χώσαντα δʼ αὐτῷ τὸν μητροπάτορα τάφον ἐπὶ τῷ λόφῳ Παλλάντιον ἐπὶ τοῦ μειρακίου τὸν τόπον ὀνομάσαι.
据他们说,他是赫拉克勒斯与埃万德罗之女劳娜的儿子,而他的外祖父在山丘上为他修筑了坟墓,并根据这名年轻人的名字将该地命名为帕兰提翁。
§1.32.2ἐγὼ μέντοι οὔτε τάφον ἐθεασάμην ἐν Ῥώμῃ Πάλλαντος οὔτε χοὰς ἔμαθον ἐπιτελουμένας οὔτε ἄλλο τῶν τοιουτοτρόπων οὐδὲν ἠδυνήθην ἰδεῖν, καίτοι γε οὐκ ἀμνήστου τῆς οἰκίας ταύτης ἀφειμένης οὐδʼ ἀμοίρου τιμῶν αἷς τὸ δαιμόνιον γένος ὑπʼ ἀνθρώπων γεραίρεται.
然而,我既没有在罗马见过帕拉斯的坟墓,也没有听说过为他举行奠酒仪式,更未能见到任何此类事物。 尽管这个家族并未被遗忘,也并非没有分享人类用来尊崇神圣种族的荣光。
καὶ γὰρ Εὐάνδρῳ θυσίας ἔμαθον ὑπὸ Ῥωμαίων ἐπιτελουμένας ὁσέτη δημοσίᾳ καὶ Καρμέντῃ, καθάπερ τοῖς λοιποῖς ἥρωσι καὶ δαίμοσι, καὶ βωμοὺς ἐθεασάμην ἱδρυμένους, Καρμέντῃ μὲν ὑπὸ τῷ καλουμένῳ Καπιτωλίῳ παρὰ ταῖς Καρμεντίσι πύλαις, Εὐάνδρῳ δὲ πρὸς ἑτέρῳ τῶν λόφων Αὐεντίνῳ λεγομένῳ τῆς Τριδύμου πύλης οὐ πρόσω·
事实上,我得知罗马人每年都会公开发起对埃万德罗和卡尔门塔的祭祀,就像对其他英雄和神灵一样,并且我见到了为他们建立的祭坛:为卡尔门塔建立的祭坛位于所谓的卡皮托尔山下,靠近卡尔门蒂斯门;为埃万德罗建立的则位于另一座被称为阿文丁的山丘附近,离三胞胎门不远。
Πάλλαντι δὲ §1.32.3οὐδὲν οἶδα τούτων γινόμενον.
然而,对于帕拉斯,我却不知道有任何这些仪式的举行。
οἱ δʼ οὖν Ἀρκάδες ὑπὸ τῷ λόφῳ συνοικισθέντες τά τε ἄλλα διεκόσμουν τὸ κτίσμα τοῖς οἴκοθεν νομίμοις χρώμενοι καὶ ἱερὰ ἱδρύονται, πρῶτον μὲν τῷ Λυκαίῳ Πανὶ τῆς Θέμιδος ἐξηγουμένης ʽἈρκάσι γὰρ θεῶν ἀρχαιότατός τε καὶ τιμιώτατος ὁ Πάνʼ χωρίον ἐξευρόντες ἐπιτήδειον, ὃ καλοῦσι Ῥωμαῖοι Λουπερκάλιον, ἡμεῖς δʼ ἂν εἴποιμεν Λύκαιον.
无论如何,在山丘下共同定居的阿卡迪亚人按照故乡的习俗整顿了他们的居住地,并建立了各种圣所。 首先,在忒弥斯的指导下,为了吕凯奥斯的潘神(因为对阿卡迪亚人来说,潘神是神明中最古老且最受尊敬的),他们找到了一处合适的地方,罗马人称之为卢佩尔卡里乌姆,而我们则会称之为吕凯翁。
§1.32.4νῦν μὲν οὖν συμπεπολισμένων τῷ τεμένει τῶν πέριξ χωρίων δυσείκαστος γέγονεν ἡ παλαιὰ τοῦ τόπου φύσις, ἦν δὲ τὸ ἀρχαῖον ὡς λέγεται σπήλαιον ὑπὸ τῷ λόφῳ μέγα, δρυμῷ λασίῳ κατηρεφές, καὶ κρηνίδες ὑπὸ ταῖς πέτραις ἐμβύθιοι, ἥ τε προσεχὴς τῷ κρημνῷ νάπη πυκνοῖς καὶ μεγάλοις δένδρεσιν ἐπίσκιος.
如今,由于周围的地区与圣地一同被城市化,该地古代的自然风貌已难以想象,但古时候据说在山丘下有一个巨大的洞窟,被茂密的树林所覆盖,岩石下有深藏的泉水,紧邻悬崖的峡谷被茂密而高大的树木遮蔽。
§1.32.5ἔνθα βωμὸν ἱδρυσάμενοι τῷ θεῷ τὴν πάτριον θυσίαν ἐπετέλεσαν, ἣν μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου Ῥωμαῖοι θύουσιν ἐν μηνὶ Φεβρουαρίῳ μετὰ τὰς χειμερίους τροπάς, οὐδὲν τῶν τότε γενομένων μετακινοῦντες·
他们在那里为这位神明建立了祭坛,并举行了祖传的牺牲祭。 直到我们的时代,罗马人仍在冬至之后的二月份举行这一祭祀,没有更改当时所做的一切。
ὁ δὲ τρόπος τῆς θυσίας ἐν τοῖς ἔπειτα λεχθήσεται.
至于祭祀的方式,将在后文中叙述。
ἐπὶ δὲ τῇ κορυφῇ τοῦ λόφου τὸ τῆς Νίκης τέμενος ἐξελόντες θυσίας καὶ ταύτῃ κατεστήσαντο διετησίους, ἃς καὶ ἐπʼ ἐμοῦ Ῥωμαῖοι ἔθυον.
而在山丘的顶部,他们选定了尼刻的圣地,并对她也制定了每年的牺牲祭,甚至在我的时代罗马人也依然在举行。