Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.30.1-1.30.5

第勒诺斯人的本土起源与名称由来自

第 30 段,共 962 段 · 希腊语

内容简介

作者由于语言、宗教和习俗的差异,否定了第勒诺斯人(伊特鲁里亚人)与吕底亚人之间的联系,并论证了前者是意大利的本土民族。此外,他还解释了第勒诺斯人名称的由来,并叙述了幸存的培拉斯吉人如何加入罗马的创建中。

§1.30.1τούτῳ μὲν δὴ τῷ τεκμηρίῳ χρώμενος ἑτέρους εἶναι πείθομαι τῶν Τυρρηνῶν τοὺς Πελασγούς.
正是利用这一证据,我相信培拉斯吉人与第勒诺斯人是不同的。
οὐ μὲν δὴ οὐδὲ Λυδῶν τοὺς Τυρρηνοὺς ἀποίκους οἶμαι γενέσθαι· οὐδὲ γὰρ ἐκείνοις ὁμόγλωσσοί εἰσιν, οὐδʼ ἔστιν εἰπεῖν ὡς φωνῇ μὲν οὐκέτι χρῶνται παραπλησίᾳ, ἄλλα δέ τινα διασώζουσι τῆς μητροπόλεως μηνύματα.
而且,我也不认为第勒诺斯人是吕底亚人的移民;因为他们与吕底亚人并非使用同一种语言,也不能说“尽管他们不再使用相似的语言,但仍保留了母邦的其他某些印记”。
οὔτε γὰρ θεοὺς Λυδοῖς τοὺς αὐτοὺς νομίζουσιν οὔτε νόμοις οὔτʼ ἐπιτηδεύμασι κέχρηνται παραπλησίοις, ἀλλὰ κατά γε ταῦτα πλέον Λυδῶν διαφέρουσιν ἢ Πελασγῶν.
因为他们既不信奉与吕底亚人相同的神明,也不使用相似的法律和习俗,至少在这些方面,他们与吕底亚人的差异比与培拉斯吉人的差异还要大。
§1.30.2κινδυνεύουσι γὰρ τοῖς ἀληθέσι μᾶλλον ἐοικότα λέγειν οἱ μηδαμόθεν ἀφιγμένον, ἀλλʼ ἐπιχώριον τὸ ἔθνος ἀποφαίνοντες, ἐπειδὴ ἀρχαῖόν τε πάνυ καὶ οὐδενὶ ἄλλῳ γένει οὔτε ὁμόγλωσσον οὔτε ὁμοδίαιτον ὂν εὑρίσκεται.
因为,那些声明该民族并非来自任何其他地方,而是本土土著的人,似乎说得更接近真理,因为人们发现这个民族非常古老,而且在语言和生活方式上都与任何其他族群不同。
ὠνομάσθαι δʼ ὑφʼ Ἑλλήνων αὐτὸ τῇ προσηγορίᾳ ταύτῃ οὐδὲν κωλύει, καὶ διὰ τὰς ἐν ταῖς τύρσεσιν οἰκήσεις καὶ §1.30.3ἀπʼ ἀνδρὸς δυνάστου.
而希腊人之所以用这个称呼来命名他们,也完全没有什么可以妨碍的,这既是因为他们居住在塔楼之中,也是因为某个统治者的缘故。
Ῥωμαῖοι μέντοι ἄλλαις αὐτὸ προσαγορεύουσιν ὀνομασίαις· καὶ γὰρ ἐπὶ τῆς χώρας, ἐν ᾗ ποτε ᾤκησαν, Ἑτρουρίας προσαγορευομένης Ἑτρούσκους καλοῦσι τοὺς ἀνθρώπους· καὶ ἐπὶ τῆς ἐμπειρίας τῶν περὶ τὰ θεῖα σεβάσματα λειτουργιῶν, διαφέροντας εἰς αὐτὴν ἑτέρων, νῦν μὲν Τούσκους ἀσαφέστερον, πρότερον δʼ ἀκριβοῦντες τοὔνομα ὥσπερ Ἕλληνες Θυοσκόους ἐκάλουν·
然而,罗马人却用其他的名字来称呼他们;因为根据他们曾经居住过的、被称为伊特鲁里亚的土地,他们称这些人为伊特鲁里亚人;也根据他们在关于神圣崇拜的仪式上的经验超越他人,如今他们较为模糊地称他们为“图斯库斯”,但以前,为了更准确地表达这个名字,他们像希腊人一样称他们为“图奥斯科伊”。
αὐτοὶ μέντοι σφᾶς αὐτοὺς ἐπὶ τῶν ἡγεμόνων τινὸς Ῥασέννα τὸν αὐτὸν ἐκείνῳ §1.30.4τρόπον ὀνομάζουσι.
然而,他们自己却根据他们的领袖之一拉森纳,以与他相同的方式称呼自己。
πόλεις δὲ ἅστινας ᾤκισαν οἱ Τυρρηνοὶ, καὶ πολιτευμάτων οὕς2τινας κατεστήσαντο κόσμους, δύναμίν τε ὁπόσην οἱ σύμπαντες καὶ ἔργα εἴ τινα μνήμης ἄξια διεπράξαντο, τύχαις τε ὁποίαις ἐχρήσαντο, ἐν ἑτέρῳ δηλωθήσεται λόγῳ.
至于第勒诺斯人建立了哪些城市,确立了什么样的政治体制,他们全体拥有多大的力量,以及他们完成了哪些(如果有的话)值得纪念的功绩,遭遇了什么样的命运,将在另一篇论述中予以阐明。
§1.30.5τὸ δʼ οὖν Πελασγικὸν φῦλον, ὅσον μὴ διεφθάρη τε καὶ κατὰ τὰς ἀποικίας διεσπάσθη, διέμεινε δὲ ὀλίγον ἀπὸ πολλοῦ, μετὰ τῶν Ἀβοριγίνων πολιτευόμενον ἐν τούτοις ὑπελείφθη τοῖς χωρίοις, ὅπου σὺν χρόνῳ τὴν Ῥώμην οἱ ἔκγονοι αὐτῶν σὺν τοῖς ἄλλοις ἐπολίσαντο.
无论如何,培拉斯吉人的种族中,凡是既没有被毁灭也没有在迁徙中星散,而是保留下来的——这只是众多人口中的一小部分——留在这些地方,与阿博里金人共同生活在同一个国家体制中,随着时间的推移,他们的后代与其他人群一起在这里建立了罗马。
καὶ τὰ μὲν ὑπὲρ τοῦ Πελασγικοῦ γένους μυθολογούμενα τοιάδε ἐστί.
以上就是关于培拉斯吉人种族的传说。

词汇与语法注释

  1. 1.30.1οὐδʼ ἔστιν εἰπεῖν ὡς φωνῇ μὲν οὐκέτι χρῶνται παραπλησίᾳ, ἄλλα δέ τινα διασώζουσι — 连接词 ὡς 引导的从句中使用了 μέν ... δέ,在语义上形成了一种让步性的对比,即“即使(伊特鲁里亚人)不再使用相似的语言,但仍保留了母邦的其他某些印记”。整句受 οὐδʼ ἔστιν εἰπεῖν ὡς(也不能说……)的支配。
  2. 1.30.2κινδυνεύουσι ... λέγειν οἱ ... ἀποφαίνοντες — 动词 κινδυνεύω 在此处并非意为“冒风险”,而是与不定式(λέγειν)连用,表示“很可能……”或“似乎……”。主语是带冠词的分词短语 οἱ ... ἀποφαίνοντες(宣称……的人)。此外,形容词 ἐπιχώριον 并在句中作为分词 ἀποφαίνοντες 的宾语 τὸ ἔθνος 的宾语补足语(“宣称该民族为本土土著”)。
  3. 1.30.3διαφέροντας εἰς αὐτὴν ἑτέρων — 分词 διαφέροντας(宾格复数)修饰伊特鲁里亚人(即前面提到的 τοὺς ἀνθρώπους 或 αὐτούς)。属格 ἑτέρων 是由表示超越的动词分词 διαφέροντας(源自 διαφέρω,“不同于、超越”)所支配的比较属格,意为“在此(经验,即 εἰς αὐτήν)超越他人”。
  4. 1.30.5τὸ δʼ οὖν Πελασγικόν φῦλον ... ὑπελείφθη — 句子的核心骨架是 τὸ ... φῦλον(主语)... ὑπελείφθη(被动语态动词,“被留下”)。其间夹杂了复杂的插入结构,如限定主语的关系从句 ὅσον μὴ διεφθάρη ...(凡是没有被毁灭的部分……)、表示对比的分句 διέμεινε δὲ ...(但保留下来的……)以及分词短语 μετὰ τῶν Ἀβο里金人共同生活在一个政体中(μετὰ τῶν Ἀβοριγίνων πολιτευόμενον)。整句的主动词仍然是 ὑπελείφθη。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.30.1-1.30.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.30.1-1.30.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。