Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.29.1-1.29.4

依语言差异区分第勒诺斯人与培拉斯吉人

第 29 段,共 962 段 · 希腊语

内容简介

作者否定了第勒诺斯人和培拉斯吉人是同一个民族的说法,将其归因于名称混淆和地理因素。他引用希罗多德的论述,指出两者之间完全不通的语言证明了他们源自不同的血统。

§1.29.1ἐμοὶ μέντοι δοκοῦσιν ἅπαντες ἁμαρτάνειν οἱ πεισθέντες ἓν καὶ τὸ αὐτὸ ἔθνος εἶναι τὸ Τυρρηνικὸν καὶ τὸ Πελασγικόν.
然而在我看来,所有相信第勒诺斯人和培拉斯吉人是同一个民族的人都犯了错误。
τῆς μὲν γὰρ ὀνομασίας ἀπολαῦσαί ποτε αὐτοὺς τῆς ἀλλήλων οὐδὲν θαυμαστὸν ἦν, ἐπεὶ καὶ ἄλλα δή τινα ἔθνη, τὰ μὲν Ἑλλήνων, τὰ δὲ βαρβάρων, ταὐτὸν ἔπαθεν, ὥσπερ τὸ Τρωικὸν καὶ τὸ Φρυγικὸν ἀγχοῦ οἰκοῦντα ἀλλήλων· ʽπολλοῖς γέ τοι γένος ἓν ἄμφω ταῦτʼ ἐνομίσθη, κλήσει διαλλάττον οὐ φύσεἰ καὶ οὐχ ἥκιστα τῶν ἄλλοθί που συνωνυμίαις ἐπικερασθέντων καὶ τὰ ἐν Ἰταλίᾳ
因为,他们曾经分享彼此的名称,这并没有什么可奇怪的,因为确实有些其他民族,无论是希腊人的还是蛮族的,也都经历过同样的事情,就像居住在彼此附近的特洛伊民族和弗里吉亚民族一样:“的确,在许多人看来,这两者被视为同一个种族,只是在名称上有所不同,而在本质上并非如此。
§1.29.2ἔθνη.
”而且,不亚于在其他地方因同名而混淆的民族,意大利的各民族也是如此。
ἦν γὰρ δὴ χρόνος ὅτε καὶ Λατῖνοι καὶ Ὀμβρικοὶ καὶ Αὔσονες καὶ συχνοὶ ἄλλοι Τυρρηνοὶ ὑφʼ Ἑλλήνων ἐλέγοντο, τῆς διὰ μακροῦ τῶν ἐθνῶν οἰκήσεως ἀσαφῆ ποιούσης τοῖς πρόσω τὴν ἀκρίβειαν· τήν τε Ῥώμην αὐτὴν πολλοὶ τῶν συγγραφέων Τυρρηνίδα πόλιν εἶναι ὑπέλαβον.
因为确实曾有一个时期,拉丁人、翁布里亚人、奥索内斯人以及许多其他人都被希腊人称为“第勒诺斯人”,由于这些民族居住地极其遥远,使得远方的人无法了解准确的事实;许多作家甚至认为罗马本身是一座第勒诺斯城市。
ὀνομάτων μὲν οὖν ἐναλλαγήν, ἐπεὶ καὶ βίων, πείθομαι τοῖς ἔθνεσι γενέσθαι· κοινοῦ δὲ ἄμφω μετειληφέναι γένους οὐ πείθομαι, πολλοῖς τε ἄλλοις καὶ μάλιστα ταῖς φωναῖς αὐτῶν διηλλαγμέναις καὶ οὐδεμίαν ὁμοιότητα σωζούσαις τεκμαιρόμενος.
因此,我相信各民族之间随着生活方式的改变而发生了名称的互换;但我并不相信这两者共享共同的起源,我是根据许多其他事物,尤其是他们截然不同且不保留任何相似之处的语言来判断的。
§1.29.3ʽκ̔αὶ γὰρ δὴ οὔτε Κροτωνιῆταἰ ὥς φησιν Ἡρόδοτος ʽοὐδαμοῖσι τῶν νῦν σφεας περιοικεόντων εἰσὶν ὁμόγλωσσοι οὔτε Πλακιηνοί, σφίσι δʼ ὁμόγλωσσοι.
“因为正如希罗多德所说,‘克罗托内人与现在居住在他们周围的任何人都不是同一种语言,普拉基亚人也是如此,但他们彼此之间却是同一种语言。
δηλοῦσι δὲ ὅτι, τὸν ἠνείκαντο γλώσσης χαρακτῆρα μεταβαίνοντες ἐς ταῦτα τὰ χωρία, τοῦτον ἔχουσιν ἐν φυλακᾖ.
他们表明,当他们迁移到这些地方时所带来的语言特征,他们至今仍在保留。
καίτοι θαυμάσειεν ἄν τις, εἰ Πλακιανοῖς μὲν τοῖς περὶ τὸν Ἑλλήσποντον οἰκοῦσιν ὁμοίαν διάλεκτον εἶχον οἱ Κροτωνιᾶται, ἐπειδὴ Πελασγοὶ ἦσαν ἀμφότεροι ἀρχῆθεν, Τυρρηνοῖς δὲ τοῖς ἔγγιστα οἰκοῦσι μηδὲν ὁμοίαν.
’”然而,如果克罗托内人与居住在赫勒斯滂附近的普拉基亚人拥有相似的方言(因为双方起初都是培拉斯吉人),而与居住在离他们最近的第勒诺斯人却没有任何相似的语言,这实在令人感到惊奇。
εἰ γὰρ τὸ συγγενὲς τῆς ὁμοφωνίας αἴτιον ὑποληπτέον, θάτερον δή που τῆς διαφωνίας· §1.29.4οὐ γὰρ δὴ κατά γε τὸ αὐτὸ ἐγχωρεῖ νομίζειν τἀμφότερα.
因为,如果必须将同族关系假定为同语言的原因,那么显然其对立面就是语言不一致的原因;因为在同一情况下,确实不可能同时容纳这两种观点。
καὶ γὰρ δὴ τὸ μὲν ἕτερον καὶ λόγον τινʼ ἂν εἶχε γενόμενον, τὸ δὴ τοὺς πρόσω τὰς οἰκήσεις ἀπʼ ἀλλήλων ποιησαμένους ὁμοεθνεῖς μηκέτι διασώζειν τὸν αὐτὸν τῆς διαλέκτου χαρακτῆρα διὰ τὰς πρὸς τοὺς πέλας ὁμιλίας· τὸ δὲ τοὺς ἐν τοῖς αὐτοῖς οἰκοῦντας χωρίοις μηδʼ ὁτιοῦν κατὰ τὴν φωνὴν ἀλλήλοις ὁμολογεῖν ἐκ ταὐτοῦ φύντας γένους οὐδένα λόγον ἔχει.
因为其中一种情况的发生确实还有一定的道理——即那些彼此居住遥远的同族人,由于与邻居的交往,不再保留相同特征的方言;而那些居住在同一地方、源于同一血统的人,在语言上却互无任何一致之处,这是完全说不通的。

词汇与语法注释

  1. §1.29.1καὶ οὐχ ἥκιστα τῶν ἄλλοθί που συνωνυμίαις ἐπικερασθέντων καὶ τὰ ἐν Ἰταλίᾳ — 翻译为“而且,不亚于在其他地方因同名而混淆的民族,意大利的各民族[也是如此]”。此处 `τῶν ... ἐπικερασθέντων` 是由 `οὐχ ἥκιστα` 引导的比较属格。`τὰ ἐν Ἰταλίᾳ ἔθνη` 作为前句动词 `ἔπαθεν`(或省略的具有类似含义的动词)的主语。
  2. §1.29.4τὸ δὲ τοὺς ἐν τοῖς αὐτοῖς οἰκοῦντας χωρίοις μηδʼ ὁτιοῦν κατὰ τὴν φωνὴν ἀλλήλοις ὁμολογεῖν ἐκ ταὐτοῦ φύντας γένους οὐδένα λόγον ἔχει — 整句的主语是带有冠词 `τό` 的不定式短语 `τὸ ... ὁμολογεῖν`(……彼此一致),主动词是 `ἔχει`。不定式 `ὁμολογεῖν` 的逻辑主语是宾格的 `τοὺς ... οἰκούντας`,分词 `φύντας`(出生、源于)也修饰这一宾格主语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.29.1-1.29.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.29.1-1.29.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。