Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.26.1-1.26.2

克罗顿的变迁与第勒尼安人的起源

第 26 段,共 962 段 · 希腊语

内容简介

记述了伯拉斯吉人的衰退时期及其城市克罗顿的变迁,并探讨了占领其城市的第勒尼安人的起源以及其名称来源的不同观点。

§1.26.1ὁ δὲ χρόνος ἐν ᾧ τὸ Πελασγικὸν κακοῦσθαι ἤρξατο, δευτέρα γενεὰ σχεδὸν πρὸ τῶν Τρωικῶν ἐγένετο· διέτεινε δὲ καὶ μετὰ τὰ Τρωικά, ἕως εἰς ἐλάχιστον συνεστάλη τὸ ἔθνος.
而伯拉斯吉人开始走向衰落的时间,大约是在特洛伊战争之前两代人;这一下降过程甚至在特洛伊战争之后还在持续,直到该民族缩减到极其微小的程度。
ἔξω γὰρ Κρότωνος τῆς ἐν Ὀμβρικοῖς πόλεως ἀξιολόγου, καὶ εἰ δή τι ἄλλο ἐν τῇ Ἀβοριγίνων οἰκισθὲν ἐτύγχανε, τὰ λοιπὰ τῶν Πελασγῶν διεφθάρη πολίσματα.
因为除了翁布里亚人土地上那座值得注意的城市克罗顿之外,以及如果确实在阿博里金人的土地上碰巧建有其他任何城镇的话,伯拉斯吉人的其余城镇都灭亡了。
ἡ δὲ Κρότων ἄχρι πολλοῦ διαφυλάξασα τὸ παλαιὸν σχῆμα χρόνος οὐ πολὺς ἐξ οὗ τήν τε ὀνομασίαν καὶ τοὺς οἰκήτορας ἤλλαξε· καὶ νῦν ἐστι Ῥωμαίων ἀποικία, καλεῖται δὲ §1.26.2Κορθωνία.
而克罗顿虽然长期保持了其古老的面貌,但其更改名称和居民至今时间并不算长;它现在是罗马人的殖民地,被称为科尔托尼亚。
οἱ δὲ τῶν ἐκλιπόντων τὴν χώραν Πελασγῶν κατασχόντες τὰς πόλεις ἄλλοι τε πολλοὶ ἦσαν, ὡς ἕκαστοί τισιν ἔτυχον ὁμοτέρμονας τὰς οἰκήσεις ἔχοντες, καὶ ἐν τοῖς μάλιστα πλείστας τε καὶ ἀρίστας Τυρρηνοί.
而在伯拉斯吉人离开该地后占领其城市的,还有许多其他人,这取决于他们每个人的住所碰巧与哪些人相邻,而在这些人中,占领了最多且最优秀城市的,主要是第勒尼安人。
τοὺς δὲ Τυρρηνοὺς οἱ μὲν αὐτόχθονας Ἰταλίας ἀποφαίνουσιν, οἱ δὲ ἐπήλυδας·
关于第勒尼安人,有些人认为他们是意大利的土著,而另一些人则认为他们是外来移民。
καὶ τὴν ἐπωνυμίαν αὐτοῖς ταύτην οἱ μὲν αὐθιγενὲς τὸ ἔθνος ποιοῦντες ἐπὶ τῶν ἐρυμάτων, ἃ πρῶτοι τῶν τῇδε οἰκούντων κατεσκευάσαντο, τεθῆναι λέγουσι· τύρσεις γὰρ καὶ παρὰ Τυρρηνοῖς αἱ ἐντείχιοι καὶ στεγαναὶ οἰκήσεις ὀνομάζονται ὥσπερ παρʼ Ἕλλησιν.
至于他们的这个称呼,那些主张该民族为土著的人说,是因为他们在该地居民中最早建造的防御工事而被赋予的;因为在第勒尼安人那里,有围墙且有顶盖的住所也像在希腊人中一样被称为“特尔塞斯”。
ἀπὸ δὴ τοῦ συμβεβηκότος αὐτοῖς ἀξιοῦσι τεθῆναι τοὔνομα, ὥς2περ καὶ τοῖς ἐν Ἀσίᾳ Μοσυνοίκοις· οἰκοῦσι μὲν γὰρ δὴ κἀκεῖνοι ἐπὶ ξυλίνοις ὡσπερὰν πύργοις ὑψηλοῖς σταυρώμασι, μόσυνας αὐτὰ καλοῦντες.
因此,他们认为这个名字是由于这一偶然特征而被赋予他们的,就像亚洲的莫西诺伊基人一样;因为那些人也居住在犹如高塔般的木制栅栏建筑中,并称其为“莫西纳斯”。

词汇与语法注释

  1. §1.26.1χρόνος οὐ πολὺς ἐξ οὗ — 表示“自从……以来时间并不长”的惯用表达法。在语法结构上,非人称句“时间不长”(χρόνος οὐ πολὺς [ἐστιν] ἐξ οὗ)与句子的主语(克罗顿)发生了融合。
  2. §1.26.2ὡς ἕκαστοί τισιν ἔτυχον ὁμοτέρμονας τὰς οἰκήσεις ἔχοντες — 动词 ἔτυχον 与分词 ἔχοντες 连用,表示“碰巧拥有”。与格的 τισιν 修饰形容词 ὁμοτέρμονας(与……接壤)。字面意思是“因为他们每个人碰巧拥有与某些人(指伯拉斯吉人)接壤的住所”。
  3. §1.26.2οἱ μὲν αὐθιγενὲς τὸ ἔθνος ποιοῦντες — 分词 ποιοῦντες 在此意为“(在主张上)认为、视作”。形容词 αὐθιγενές(土著的)是 τὸ ἔθνος(该民族)的宾语补足语,整句意为“那些主张该民族为土著的人”。
  4. §1.26.2ἀπὸ δὴ τοῦ συμβεβηκότος — 介词 ἀπό 表示起源或原因,支配中性单数名词化分词 τοῦ συμβεβηκότος(发生的事、附随的特征)。意为“源于他们身上所附随的这一偶然特征”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.26.1-1.26.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.26.1-1.26.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。