Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.25.1-1.25.5

伯拉斯吉人的勇武与第勒尼安人的别称

第 25 段,共 962 段 · 希腊语

内容简介

阐述了伯拉斯吉人在军事和航海术上卓越的背景,以及他们也被称为“第勒尼安人”的原因,并引用了修昔底德和索福克勒斯的文献记载。

§1.25.1ἦσαν δὲ τά τε πολέμια ἐκ τοῦ μετὰ κινδύνων πεποιῆσθαι τὰς μελέτας ἐν ἔθνεσι φιλοπολέμοις ζῶντες πολλῶν ἀμείνους καὶ τῆς κατὰ τὰ ναυτικὰ ἐπιστήμης διὰ τὴν μετὰ Τυρρηνῶν οἴκησιν ἐπὶ πλεῖστον ἐληλακότες· ἥ τε ἀνάγκη ἱκανὴ οὖσα τοῖς ἀπορουμένοις βίου τόλμαν παρασχεῖν ἡγεμών τε καὶ διδάσκαλος τοῦ παντὸς κινδυνεύματος αὐτοῖς ἐγίνετο, §1.25.2ὥστε οὐ χαλεπῶς ὅπη ἐπέλθοιεν ἐπεκράτουν.
他们因为生活在好战的民族之中、在危险中进行训练,在军事方面比许多人优秀得多;由于与第勒尼安人共同生活,他们在航海知识上也达到了极高的水平;至于那足以给生计匮乏者提供勇气的“迫切需要”,也成了他们进行一切冒险的引导者和教师,因此,无论他们侵入何处,都能轻易地征服该地。
ἐκαλοῦντο δὲ ὑπὸ τῶν ἄλλων ἀνθρώπων τῆς τε χώρας ἐπικλήσει ἀφʼ ἧς ἐξανέστησαν καὶ τοῦ παλαιοῦ γένους μνήμῃ οἱ αὐτοὶ Τυρρηνοὶ καὶ Πελασγοί.
他们被其他人根据他们所迁出的土地的称呼,以及对他们古老种族的记忆,统称为第勒尼安人和伯拉斯吉人。
ὧν ἐγὼ λόγον ἐποιησάμην τοῦ μή τινα θαῦμα ποιεῖσθαι, ἐπειδὰν ποιητῶν ἢ συγγραφέων ἀκούῃ τοὺς Πελασγοὺς καὶ Τυρρηνοὺς ὀνομαζόντων, πῶς ἀμφοτέρας ἔσχον τὰς ἐπωνυμίας οἱ αὐτοί.
我之所以提及这些,是为了让人们在听到诗人或历史学家称呼他们为伯拉斯吉人和第勒尼安人时,不至于感到惊奇,疑惑于同一批人是如何获得这两个名字的。
§1.25.3ἔχει γὰρ περὶ αὐτῶν καὶ Θουκυδίδης μὲν ἐναργῆ ἀκτῆς τῆς Θρᾳκίας μνήμην καὶ τῶν ἐν αὐτῇ κειμένων πόλεων, ἃς οἰκοῦσιν ἄνθρωποι δίγλωττοι. περὶ δὲ τοῦ Πελασγικοῦ ἔθνους ὅδε ὁ λόγος·
事实上,修昔底德对他们也有明确的记载,涉及色雷斯海岸以及坐落于该处的、由双语人群居住的诸城市。
ʽἔνι δέ τι καὶ Χαλκιδικὸν, τὸ δὲ πλεῖστον Πελασγικὸν τῶν καὶ Λῆμνόν ποτε καὶ Ἀθήνας οἰκησάντων Τυρρηνῶνʼ.
至于关于伯拉斯吉族,他的话是这样的:“其中也有一些卡尔基斯人的成分,但绝大部分是属于曾经居住在莱姆诺斯和雅典的第勒尼安人的伯拉斯吉人。
§1.25.4Σοφοκλεῖ δʼ ἐν Ἰνάχῳ δράματι ἀνάπαιστον ὑπὸ τοῦ χοροῦ λεγόμενον πεποίηται ὧδε· "Ἴναχε νᾶτορ, παῖ τοῦ κρηνῶν πατρὸς Ὠκεανοῦ, μέγα πρεσβεύων Ἄργους τε γύαις Ἥρας τε πάγοις, καὶ Τυρσηνοῖσι Πελασγοῖς. "
” 索福克勒斯在戏剧《意那科斯》中,由歌队演唱的短短短长步诗作如下:“泉源之父大洋神俄刻阿诺斯之子、流淌的意那科斯啊,你显赫地统治着阿耳戈斯的大地、赫拉的山丘,以及第勒尼安的伯拉斯吉人。
§1.25.5Τυρρηνίας μὲν γὰρ δὴ ὄνομα τὸν χρόνον ἐκεῖνον ἀνὰ τὴν Ἑλλάδα ἦν, καὶ πᾶσα ἡ προσεσπέριος Ἰταλία τὰς κατὰ τὸ ἔθνος ὀνομασίας ἀφαιρεθεῖσα τὴν ἐπίκλησιν ἐκείνην ἐλάμβανεν, ὥσπερ καὶ τῆς Ἑλλάδος ἄλλῃ τε πολλαχῇ καὶ περὶ τὴν καλουμένην νῦν Πελοπόννησον ἐγένετο· ἐπὶ γὰρ ἑνὸς τῶν οἰκούντων ἐν αὐτῇ ἐθνῶν, τοῦ Ἀχαϊκοῦ, καὶ ἡ σύμπασα χερρόνησος, ἐν ᾗ καὶ τὸ Ἀρκαδικὸν καὶ τὸ Ἰωνικὸν καὶ ἄλλα συχνὰ ἔθην ἔνεστιν, Ἀχαΐα ὠνομάσθη.
” 因为在那个时期,第勒尼亚的名字在希腊广为人知,而整个西部意大利在被剥夺了各个民族本来的称呼后,都得到了那个称号,正如在希腊的其他许多地方,以及现在被称为伯罗奔尼撒的地区周围所发生的情况一样;因为根据居住在其中的一个民族——阿开亚人,这整个半岛(其中也包含阿卡迪亚人、爱奥尼亚人以及其他许多民族)都被命名为阿开亚。

词汇与语法注释

  1. 1.25.1ἦσαν δὲ τά τε πολέμια ... πολλῶν ἀμείνους καὶ ... ἐληλακότες — 动词 ἦσαν 既与形容词比较级 ἀμείνους(更优秀的)相连,又与完成时分词 ἐληλακότες(达到[高水平])结合,构成了迂回完成式(periphrastic perfect)。
  2. 1.25.3τῶν καὶ Λῆμνόν ποτε καὶ Ἀθήνας οἰκησάντων Τυρρηνῶν — 引用自修昔底德(4.109.4)的属格 跨过整个名词词组的第勒尼安人(Τυρρηνῶν)用作部分属格,修饰前面的名词化形容词 τὸ πλεῖστον Πελασγικόν(大部分的伯拉斯吉人)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.25.1-1.25.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.25.1-1.25.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。