Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.13.1-1.13.4

斐瑞克德斯的谱系与阿博里金人的先祖

第 13 段,共 962 段 · 希腊语

内容简介

作者引用阿滕斯的斐瑞克德斯的谱系记录,论证奥伊诺特里亚人源自阿卡迪亚,并提出他们就是后来阿博里金人祖先的假说。同时,他敦促持怀疑态度的读者不要草率下结论,而应等待接下来的论证。

§1.13.1φέρε δὴ καὶ τὸ γένος ὅθεν ἦν τὸ τῶν Οἰνώτρων ἀποδείξωμεν, ἕτερον ἄνδρα τῶν ἀρχαίων συγγραφέων παρασχόμενοι μάρτυρα, Φερεκύδην τὸν Ἀθηναῖον, γενεαλόγων οὐδενὸς δεύτερον.
现在,让我们来证明奥伊诺特里亚人的种族源自何处,为此我们提供古老历史学家中的另一位见证人,即阿滕斯的斐瑞克德斯,他在谱系学家中不亚于任何人。
πεποίηται γὰρ αὐτῷ περὶ τῶν ἐν Ἀρκαδίᾳ βασιλευσάντων ὅδε ὁ λόγος· Πελασγοῦ καὶ Δηιανείρης γίνεται Λυκάων· οὗτος γαμεῖ Κυλλήνην, Νηίδα νύμφην, ἀφʼ ἧς τὸ ὄρος ἡ Κυλλήνη καλεῖταἰ.
因为关于那些在阿卡迪亚称王的人,他曾写下如下的话:“吕卡翁为佩拉斯戈斯与德阿涅拉之子;此人娶了库勒涅,一位奈阿斯宁芙,该山便因她而得名库勒涅。
ἔπειτα τοὺς ἐκ τούτων γεννηθέντας διεξιὼν καὶ τίνας ἕκαστοι τόπους ᾤκησαν, Οἰνώτρου καὶ Πευκετίου μιμνήσκεται λέγων ὧδε· ʽκαὶ Οἴνωτρος, ἀφʼ οὗ Οἴνωτροι καλέονται οἱ ἐν Ἰταλίῃ οἰκέοντες, καὶ Πευκέτιος, ἀφʼ οὗ Πευκέτιοι καλέονται οἱ ἐν τῷ Ἰονίῳ κόλπᾠ. τὰ
”随后,在列举他们的后裔以及他们各自居住在何处时,他提到了奥伊诺特罗斯和佩乌凯提乌斯,他是这样说的:“以及奥伊诺特罗斯,居住在意大利的奥伊诺特里亚人因他而得名;还有佩乌凯提乌斯,居住在伊奥尼亚湾的佩乌凯提亚人因他而得名。
§1.13.2μὲν οὖν ὑπὸ τῶν παλαιῶν εἰρημένα ποιητῶν τε καὶ μυθογράφων περί τε οἰκήσεως καὶ γένους τῶν Οἰνώτρων τοιαῦτά ἐστιν·
” 以上便是古代诗人和神话作家关于奥伊诺特里亚人的定居和世系的论述。
οἷς ἐγὼ πειθόμενος, εἰ τῷ ὄντι Ἑλληνικὸν φῦλον ἦν τὸ τῶν Ἀβοριγίνων, ὡς Κάτωνι καὶ Σεμπρωνίῳ καὶ πολλοῖς ἄλλοις εἴρηται, τούτων ἔγγονον αὐτῶν τῶν Οἰνώτρων ὑποτίθεμαι.
我信服这些论述,如果阿博里金人确实是希腊族群,正如加图、森普罗尼乌斯以及其他许多人所说的那样,那么我假设他们就是这些奥伊诺特里亚人本身的后代。
τὸ γὰρ δὴ Πελασγικὸν καὶ τὸ Κρητικὸν καὶ ὅσα ἄλλα ἐν Ἰταλίᾳ ᾤκησεν, ὑστέροις εὑρίσκω χρόνοις ἀφικόμενα.
因为我发现佩拉斯戈斯人的移民、克里特人的移民以及其他所有在意大利定居的群体,都是在较晚的时期到达的。
παλαιότερον δὲ τούτου στόλον ἀπαναστάντα τῆς Ἑλλάδος εἰς τὰ προσεσπέρια τῆς Εὐρώπης οὐδένα δύναμαι καταμαθεῖν.
而我找不到任何比这一支更早地从希腊迁往欧洲西部地区的移民队伍。
§1.13.3τοὺς δὲ Οἰνώτρους τῆς τʼ ἄλλης Ἰταλίας πολλὰ χωρία οἴομαι κατασχεῖν, τὰ μὲν ἔρημα, τὰ δὲ φαύλως οἰκούμενα καταλαβόντας, καὶ δὴ καὶ τῆς Ὀμβρικῶν γῆς ἐστιν ἣν ἀποτεμέσθαι, κληθῆναι δὲ Ἀβοριγῖνας ἐπὶ τῆς ἐν τοῖς ὄρεσιν οἰκήσεως ʽἈρκαδικὸν γὰρ τὸ φιλοχωρεῖν ἐν ὄρεσινʼ, ὡς ὑπερακρίους τινὰς καὶ παραλίους Ἀθήνησιν.
而且我认为,奥伊诺特里亚人占领了意大利其他地区的许多地方,占取了那些荒凉或人口稀少的地方,甚至切分了翁布里亚人的一部分土地;他们之所以被称为阿博里金人,是因为他们居住在山里(“因为喜爱山地是阿卡迪亚人的特征”),就像在阿滕斯,某些人被称为山地居民和沿海居民一样。
§1.13.4εἰ δέ τινες πεφύκασι μὴ ταχεῖς εἶναι περὶ πραγμάτων παλαιῶν ἀβασανίστως τὰ λεγόμενα δέχεσθαι, μὴ ταχεῖς ἔστωσαν μηδὲ Λίγυας ἢ Ὀμβρικοὺς ἢ ἄλλους τινὰς βαρβάρους αὐτοὺς νομίσαι, περιμείναντες δὲ καὶ τὰ λοιπὰ μαθεῖν κρινέτωσαν ἐξ ἁπάντων τὸ πιθανώτατον.
但如果有些人生性不愿在未经审视的情况下轻易接受关于古代事务的传闻,那么也请他们不要轻易将这些人视为利古里亚人、翁布里亚人或任何其他蛮族,而是等到把其余的事情也了解清楚之后,再从所有材料中判断出最可能的情况。

词汇与语法注释

  1. 1.13.1πεποίηται γὰρ αὐτῷ — 被动完成时动词后接与格(αὐτῷ),表示“由他所写”,这是希腊语散文中完成时和过去完成时常接施事者与格(dative of agent)的典型用法。
  2. 1.13.2τούτων ἔγγονον αὐτῶν τῶν Οἰνώτρων — 指示代词 "τούτων" 与名词短语 "αὐτῶν τῶν Οἰνώτρων"(奥伊诺特里亚人本身)处于同格关系,意为“这些奥伊诺特里亚人本身的子孙”。该短语构成了作者关于阿博里金人世系论证的核心。
  3. 1.13.3τῆς Ὀμβρικῶν γῆς ἐστιν ἣν ἀποτεμέσθαι — 不定式 "ἀποτεμέσθαι"(切分、占取)依附于主句动词 "οἴομαι"(我认为)。"γῆς" 是部分属格,与惯用关系子句 "ἐστιν ἣν"(即“有一部分”)连用,作为不定式的宾语,表示“切分了翁布里亚人土地的一部分”。
  4. 1.13.4μὴ ταχεῖς ἔστωσαν μηδὲ ... νομίσαι — 形容词 "ταχύς"(急于、快的)后接不定式 "νομίσαι"(认为),用于限定和说明该形容词的具体行为。与祈使句 "ἔστωσαν" 结合,表示“不应急于将他们视为……”的劝诫或禁止。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.13.1-1.13.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.13.1-1.13.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。