§9.1ἡ Φασιανὴ θεός.
法西斯女神像。
εἴη δʼ ἂν ἀπό γε τοῦ σχήματος τεκμαιρομένῳ ἡ Ῥέα· καὶ γὰρ κύμβαλον μετὰ χεῖρας ἔχει καὶ λέοντας ὑπὸ τῷ θρόνῳ, καὶ κάθηται ὥσπερ ἐν τῷ Μητρῴῳ Ἀθήνησιν ἡ τοῦ Φειδίου.
从她的外表推测,她可能是瑞亚;因为她手里拿着钹,王座下有狮子,并且她的坐姿就像菲迪亚斯在雅典母神庙中所塑造的那尊雕像。
ἐνταῦθα καὶ ἡ §9.2ἄγκυρα δείκνυται τῆς Ἀργοῦς.
在此处,阿尔戈号的锚也被展示出来。
καὶ ἡ μὲν σιδηρᾶ οὐκ ἔδοξέ μοι εἶναι παλαιά — καίτοι τὸ μέγεθος οὐ κατὰ τὰς νῦν ἀγκύρας ἐστίν, καὶ τὸ σχῆμα ἀμηγέπη ἐξηλλαγμένη —, ἀλλὰ νεωτέρα μοι ἐφάνη εἶναι τοῦ χρόνου.
铁制的那只,在我看来并不古老——尽管它的尺寸不像现在的锚,形状也有些独特——它似乎比那个时代要晚近。
λιθίνης δέ τινος ἄλλης θραύσματα ἐδείκνυτο παλαιά, ὡς ταῦτα μᾶλλον εἰκάσαι ἐκεῖνα εἶναι τὰ λείψανα τῆς ἀγκύρας τῆς Ἀργοῦς.
然而,另一只石锚的一些古代碎片也被展示出来,因此人们更倾向于推测这些才是阿尔戈号锚的遗存。
ἄλλο δὲ οὐδὲν ὑπόμνημα ἦν ἐνταῦθα τῶν μύθων τῶν ἀμφὶ τὸν Ἰάσονα.
此处便没有其他关于伊阿宋神话的纪念物了。
τὸ μέντοι φρούριον §9.3αὐτό, ἵναπερ κάθηνται τετρακόσιοι στρατιῶται ἐπίλεκτοι, τῇ τε φύσει τοῦ χώρου ὀχυρώτατον εἶναί μοι ἔδοξεν, καὶ ἐν ἐπιτηδειοτάτῳ κεῖσθαι πρὸς ἀσφάλειαν τῶν ταύτῃ πλεόντων.
不过,这座要塞本身,即有四百名精锐士兵驻守的地方,在我看来因其地势而极为坚固,并且坐落在最适宜保障在此处航行者安全的地点。
καὶ τάφρος διπλῆ περιβέβληται τῷ τείχει, εὐρεῖα ἑκατέρα.
城墙外围环绕着双重护城河,每一条都很宽阔。
§9.4πάλαι μὲν οὖν γήινον τὸ τεῖχος ἦν, καὶ πύργοι ξύλινοι ἐφειστήκεσαν· νῦν δὲ ἐκ πλίνθου ὀπτῆς πεποίηται καὶ αὐτὸ καὶ οἱ πύργοι·
以前城墙是土筑的,上面立着木塔;而现在,城墙本身和塔楼都是用烧砖砌成的。
καὶ τεθεμελίωται ἀσφαλῶς, καὶ μηχαναὶ ἐφεστᾶσιν, καὶ ἑνὶ λόγῳ, πᾶσιν ἐξήρτυται πρὸς τὸ μηδὲ πελάσαι ἂν τινα αὐτῷ τῶν βαρβάρων, μήτι γε δὴ ἐς κίνδυνον καταστῆσαι πολιορκίας τοὺς ἐν αὐτῷ φρουροῦντας.
并且它的地基十分稳固,上面部署了防御器械,总之,它配备了所有防御,以至于蛮族甚至无法靠近它,更不用说让其中的守军面临被围困的危险了。
§9.5ἐπειδὴ δὲ καὶ τὸν ὅρμον ἐχρῆν ἀσφαλῆ εἶναι ταῖς ναυσὶ καὶ ὅσα ἔξω τοῦ φρουρίου κατῳκεῖτο ὑπό τε τῶν πεπαυμένων τῆς στρατιᾶς καί τινων καὶ ἄλλων ἐμπορικῶν ἀνθρώπων, ἔδοξέ μοι ἀπὸ τῆς διπλῆς τάφρου, ἣ περιβέβληται τῷ τείχει, ἄλλην τάφρον ἐμβαλεῖν ὡς ἐπὶ. τὸν ποταμόν, ἣ τό τε ναύσταθμον περιέξει καὶ τὰς ἔξω τοῦ τείχους οἰκίας.
而既然也有必要让船只的停泊处保持安全,以及让退役军人和一些其他商人居住在要塞外的区域保持安全,我便决定从环绕城墙的双重护城河起,向河流方向再挖一条护城河,使之将船坞和城墙外的房屋都围在其中。