Humanitext Reader

阿利安 · 黑海环航记 §8.1-8.5

抵达法西斯河与该河奇异的水质

第 8 段,共 25 段 · 希腊语

内容简介

作者一行抵达法西斯河,并描述了该河极轻且独特的性质(如漂浮于海面而不相混),以及当地居民利用海水的习俗和该河水长期不腐的特异性质。

§8.1ἐνθένδε ἐς τὸν Φᾶσιν ἐσεπλεύσαμεν ἐνενήκοντα τοῦ Μώγρου διέχοντα, ποταμῶν ὧν ἐγὼ ἔγνων κουφότατον ὕδωρ παρεχόμενον καὶ τὴν χρόαν μάλιστα ἐξηλλαγμένον.
自此我们驶入了法西斯河,它距离莫格罗斯河九十斯塔德,在我所知的所有河流中,它的水质最轻,颜色也最为奇特。
§8.2τὴν μὲν γὰρ κουφότητα τῷ τε σταθμῷ τεκμαίροιτο ἄν τις, καὶ πρὸ τούτου, ὅτι ἐπιπλεῖ τῇ θαλάσσῃ, οὐχὶ δὲ συμμίγνυται, καθάπερ τῷ Πηνειῷ τὸν Τιταρήσιον λέγει ἐπιρρεῖν Ὅμηρος ʽκαθύπερθεν ἠύτʼ ἔλαιονʼ.
因为其轻盈可以通过重量来证实,而且在此之前,还可以通过它漂浮在海面上而不与海水混合这一事实来证实,正如荷马所说,提塔雷西奥斯河在佩内奥斯河上流淌,“其上如油”。
§8.3καὶ ἦν κατὰ μὲν τοῦ ἐπιρρέοντος βάψαντα γλυκὺ τὸ ὕδωρ ἀνιμήσασθαι, εἰ δὲ ἐς βάθος τις καθῆκεν τὴν κάλπιν, ἁλμυρόν.
浸入表面的流体便可汲取甜水,但若将水罐降至深处,便是咸水。
καίτοι ὁ πᾶς Πόντος πολύ τι γλυκυτέρου τοῦ ὑδατός ἐστιν ἤπερ ἡ ἔξω θάλασσα· καὶ τούτου τὸ αἴτιον οἱ ποταμοί εἰσιν, οὔτε πλῆθος οὔτε μέγεθος σταθμητοὶ ὄντες. τεκμήριον δὲ τῆς γλυκύτητος
然而,整个蓬托斯(黑海)的水质都要比外海甜得多;其原因就在于那些河流,它们无论在数量上还是在规模上都是无法估量的。
§8.4εἰ τεκμηρίων δεῖ ἐπὶ τοῖς αἰσθήσει φαινομένοις, ὅτι πάντα τὰ βοσκήματα οἱ προσοικοῦντες τῇ θαλάσσῃ ἐπὶ τὴν θάλασσαν κατάγουσιν καὶ ἀπʼ αὐτῆς ποτίζουσιν· τὰ δὲ πίνοντά τε ἡδέως ὁρᾶται, καὶ λόγος κατέχει ὅτι καὶ ὠφέλιμον αὐτοῖς τοῦτο τὸ ποτόν ἐστιν τοῦ γλυκέος μᾶλλον, ἡ δὲ χρόα τῷ Φάσιδι οἵα ἀπὸ μολίβδου ἢ κασσιτέρου
至于这种甜度的证据:如果对于感官显而易见的事物还需要证据的话,那就是居住在海边的人们将所有的牲畜带到海边,并用海水喂饮它们;而人们看到这些牲畜喝得很痛快,且有传言说,这种饮料对它们而言甚至比甜水更有益。
§8.5βεβαμμένου τοῦ ὕδατος· καταστὰν δὲ καθαρώτατον γίγνεται.
另一方面,法西斯河的颜色就像是被铅或锡染色了一般;但当它沉淀下来时,就会变得极清澈。
οὐ τοίνυν νενόμισται ἐσκομίσαι ὕδωρ ἐς τὸν Φᾶσιν τοὺς ἐσπλέοντας, ἀλλʼ ἐπειδὰν ἐσβάλωσιν ἤδη ἐς τὸν ῥοῦν, παραγγέλλεται πᾶν ἐκχέαι τὸ ἐνὸν ὕδωρ ἐν ταῖς ναυσίν· εἰ δὲ μή, λόγος κατέχει ὅτι οἱ τούτου ἀμελήσαντες οὐκ εὐπλοοῦσιν.
因此,驶入者并不习惯向法西斯河中带入别处的水,而是当他们一进入江流,就被嘱咐将船上所有的存水倒空;否则,传言说忽视此事的人航行将不顺利。
τὸ δὲ ὕδωρ τοῦ Φάσιδος οὐ σήπεται, ἀλλὰ μένει ἀκραιφνὲς καὶ ὑπὲρ δέκατον ἔτος, πλήν γε δὴ ὅτι τὸ γλυκύτερον μεταβάλλει.
法西斯河的水不会腐败,而是能保持纯净甚至超过十年,当然,除了它会变得更甜这一变化。
ἐσβαλλόντων δὲ ἐς τὸν Φᾶσιν ἐν ἀριστερᾷ ἵδρυται
在进入法西斯河的人的左侧,立着……

词汇与语法注释

  1. 8.1ποταμῶν ὧν ἐγὼ ἔγνων — 关系代词 ὧν 受先行词 ποταμῶν 的吸引而变为属格,该先行词被拉入关系从句中,并起部分属格的作用(“在我所知的所有河流中”)。
  2. 8.2τῷ τε σταθμῷ τεκμαίροιτο ἄν τις — 希求语气加 ἄν(τεκμαίροιτο ἄν)表示潜在或可能性(“人们可以推测/证实”),并带有表示手段或标准的与格 τῷ σταθμῷ(“通过重量”)。
  3. 8.3καὶ ἦν ... ἀνιμήσασθαι — 动词 ἦν 作非人称使用,表示可能性(相当于 ἔξεστι 的过去时,“当时是可能的”),支配作其主语的不定式 ἀνιμήσασθαι(“汲取”)。
  4. 8.4εἰ τεκμηρίων δεῖ — 非人称动词 δεῖ(“需要……”)支配属格(τεκμηρίων)来表示所需要的事物。
  5. 8.5οὐ τοίνυν νενόμισται ἐσκομίσαι ὕδωρ ... τοὺς ἐσπλέοντας — νενόμισται(“按惯例……”)作非人称使用,引导一个带对格主语(τοὺς ἐσπλέοντας)和不定式(ἐσκομίσαι)的对格不定式结构(意为“驶入者习惯上不带入水”)。

引用这一段

阿利安, 黑海环航记 §8.1-8.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0074.tlg004.humanitext-grc2:8.1-8.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。