§7.1Τραπεζοῦντος τόν τε Ὕσσον, ὅτου ἐπώνυμος Ὕσσου λιμήν, ὃς ἀπέχει Τραπεζοῦντος σταδίους ὀγδοήκοντα καὶ ἑκατόν, καὶ τὸν Ὄφιν, ὃς ἀπέχει Ὕσσου λιμένος ἐς ἐνενήκοντα σταδίους μάλιστα καὶ ὁρίζει τὴν Κόλχων χώραν ἀπὸ τῆς Θιαννικῆς.
特拉比松(开始的沿岸航行中,我们驶过了)许索斯河,许索斯港即以此得名,它距离特拉比松一百八十斯塔德;以及奥菲斯河,它距离许索斯港约九十斯塔德,并将科尔基斯人的土地与蒂安尼克地区分离开来。
ἔπειτα τὸν Ψυχρὸν καλούμενον §7.2ποταμὸν διέχοντα ὅσον τριάκοντα σταδίους ἀπὸ τοῦ Ὄφιος.
接着是被称为普叙克罗斯的河,它距离奥菲斯河约三十斯塔德。
ἔπειτα τὸν Καλὸν ποταμόν· καὶ οὗτος τριάκοντα διέχει ἀπὸ τοῦ Ψυχροῦ.
接着是卡洛斯河,此河距离普叙克罗斯河也是三十斯塔德。
ἐχόμενος δέ ἐστιν ὁ Ῥίζιος ποταμός, ἑκατὸν καὶ εἴκοσι σταδίους διέχων ἀπὸ τοῦ Καλοῦ.
紧接着的是里济奥斯河,它距离卡洛斯河一百零二十斯塔德。
§7.3καὶ ἀπὸ τούτου τριάκοντα Ἄσκουρος ἄλλος ποταμός, καὶ Ἀδιηνός τις ἀπὸ τοῦ Ἀσκούρου ἑξήκοντα· ἐνθένδε ἐς Ἀθήνας ὀγδοήκοντα καὶ ἑκατόν.
从这条河起三十斯塔德是另一条河,即阿斯库罗斯河;从阿斯库罗斯河起六十斯塔德是阿迪埃诺斯河;自此到雅典有一百八十斯塔德。
ταῖς δὲ Ἀθήναις Ζάγατις ποταμὸς ἑπτὰ μάλιστα σταδίους ἀπʼ αὐτῶν διέχων πρόσκειται.
紧邻雅典的是扎加蒂斯河,它距离雅典约七斯塔德。
ἀπὸ δὲ τῶν Ἀθηνῶν ὁρμηθέντες τὸν Πρύτανιν παρημείψαμεν, ἵναπερ καὶ τὰ Ἀγχιάλου βασίλειά ἐστιν.
我们从雅典出发,驶过了普吕塔尼斯河,那里有安克亚洛斯的宫殿。
καὶ οὗτος ἀπέχει τεσσαράκοντα σταδίους ἀπὸ τῶν Ἀθηνῶν.
此河距离雅典四十斯塔德。
§7.4τοῦ Πρυτάνεως δὲ ἔχεται ὁ Πυξίτης ποταμός· στάδιοι ἐνενήκοντα ἐν μέσῳ ἀμφοῖν.
紧接普吕塔尼斯河的是皮克西特斯河;两河之间相距九十斯塔德。
καὶ ἀπὸ τοῦ Πυξίτου ἐς Ἄρχαβιν ἄλλοι ἐνενήκοντα, ἀπὸ δὲ Ἀρχάβιος ἐς Ἄψαρον ἑξήκοντα.
从皮克西特斯河到阿尔哈比斯河又是九十斯塔德,从阿尔哈比斯河到阿普萨罗斯是六十斯塔德。
ἀπὸ δὲ Ἀψάρου ἄραντες τὸν Ἄκαμψιν παρημείψαμεν νύκτωρ, ἐς πεντεκαίδεκα σταδίους ἀπέχοντα τοῦ Ἀψάρου.
我们从阿普萨罗斯启航,夜间驶过了阿坎普西斯河,它距离阿普萨罗斯约十五斯塔德。
§7.5ὁ δὲ Βαθὺς ποταμὸς ἑβδομήκοντα καὶ πέντε ἀπέχει τούτου, καὶ ὁ Ἀκινάσης ἀπὸ τοῦ Βαθέος ἐνενήκοντα, ἐνενήκοντα δὲ καὶ ἀπὸ Ἀκινάσου ὁ Ἶσις.
巴蒂斯河距离这条河七十五斯塔德,阿基纳塞斯河距离巴蒂斯河九十斯塔德,伊西斯河距离阿基纳塞斯河也是九十斯塔德。
ναυσίποροι δέ εἰσιν ὅ τε Ἄκαμψις καὶ ὁ Ἶσις, καὶ αὔρας τὰς ἑωθινὰς ἰσχυρὰς ἐκπέμπουσιν.
阿坎普西斯河和伊西斯河都是可以通航的,并且在清晨会送出强劲的微风。
ἀπὸ δὲ Ἴσιος τὸν Μῶγρον παρημείψαμεν.
从伊西斯河出发,我们驶过了莫格罗斯河。
ἐνενήκοντα στάδιοι μεταξὺ τοῦ Μώγρου εἰσὶν καὶ τοῦ Ἴσιος.
莫格罗斯河和伊西斯河之间相距九十斯塔德。
καὶ οὗτος ναυσίπορος.
这条河也可以通航。