§6.1ἐπειρώμεθα, προϊούσης δὲ τῆς ἡμέρας βορρᾶς ἐπιπνεύσας ὀλίγος κατέστησε τὴν θάλασσαν καὶ διατρεμῆσαι ἐποίησεν.
我们艰难地航行着,但随着白天时间的推移,一阵轻微的北风吹来,使海面平静下来,并使其变得毫无波澜。
καὶ ἤλθομεν πρὸ τῆς μεσημβρίας σταδίους πλείους ἢ πεντακοσίους ἐς Ἄψαρον, ἵναπερ αἱ πέντε σπεῖραί εἰσιν ἱδρυμέναι.
我们在正午前航行了五百多斯塔德,抵达了阿普萨罗斯,也就是那五个步兵大队驻扎的地方。
καὶ τὴν μισθοφορὰν §6.2τῇ στρατιᾷ ἔδωκα καὶ τὰ ὅπλα εἶδον καὶ τὸ τεῖχος καὶ τὴν τάφρον καὶ τοὺς κάμνοντας καὶ τοῦ σίτου τὴν παρασκευὴν τὴν ἐνοῦσαν.
接着,我向军队发放了军饷,视察了武器、城墙、壕沟、病员以及现存粮食的储备情况。
ἥντινα δὲ ὑπὲρ αὐτῶν τὴν γνώμην ἔσχον, ἐν τοῖς Ῥωμαϊκοϊς γράμμασιν γέγραπται.
至于我对这些情况有什么看法,已写在拉丁文呈文中了。
ὁ δὲ Ἄψαρος τὸ χωρίον λέγουσιν ὅτι Ἄψυρτος ἐκαλεῖτο §6.3πάλαι ποτέ· ἐνταῦθα γὰρ τὸν Ἄψυρτον ὑπὸ τῆς Μηδείας ἀποθανεῖν, καὶ τάφος Ἀψύρτου δείκνυται.
他们说,阿普萨罗斯这个地方在很久以前被称为阿普绪尔托斯;因为据说阿普绪尔托斯在此处死于美狄亚之手,且阿普绪尔托斯的坟墓至今仍被指出。
ἔπειτα διαφθαρῆναι τὸ ὄνομα ὑπὸ τῶν περιοίκων βαρβάρων, καθάπερ καὶ ἄλλα πολλὰ διέφθαρται· ὁπότε §6.4καὶ τὰ Τύανα τὰ ἐν τοῖς Καππαδόκαις Θόανα λέγουσιν ὅτι ὠνομάζετο ἐπὶ Θόαντι, τῷ βασιλεῖ τῶν Ταύρων, ὃς τοὺς ἀμφὶ Ὀρέστην καὶ Πυλάδην διώκων ἄχρι τῆσδε τῆς χώρας ἐλθεῖν φημίζεται καὶ ἐνταῦθα νόσῳ ἀποθανεῖν.
后来,这个名字被周围的蛮族败坏了,就像许多其他名字也同样被败坏了一样;因为他们说,甚至连卡帕多西亚的蒂亚纳,最初也是因陶里人的国王托阿斯而被称为托阿纳,据说他在追击奥雷斯特斯和皮拉德斯一行时,一直来到了这个地方,并在这里因病去世。
ποταμοὺς δὲ παρημείψαμεν ἐν τῷ παράπλῳ τῷ ἀπὸ
在从……开始的沿岸航行中,我们驶过了几条河流。