§21.1κατὰ τοῦτο μάλιστα τὸ στόμα ἐπʼ εὐθὺ πλέοντι ἀνέμῳ ἀπαρκτίᾳ ἰδίως τό πέλαγος νῆσος πρόκειται, ἥντινα οἳ μὲν Ἀχιλλέως νῆσον, οἳ δὲ Δρόμον Ἀχιλλέως, οἳ δὲ Λευκὴν ἐπὶ τῆς χρόας ὀνομάζουσιν.
就在这个河口的正对面,对于乘着北风直向外海航行的人来说,有一座岛屿横在前方,有人称之为“阿喀琉斯岛”,有人称之为“阿喀琉斯跑道”,还有人因其颜色称之为“白岛”。
ταύτην λέγεται Θέτις ἀνεῖναι τῷ παιδί, καὶ ταύτην οἰκεῖν τὸν Ἀχιλλέα.
据说忒提斯将这座岛屿献给了施于其子,且阿喀琉斯居住于此。
καὶ νεώς ἐστιν ἐν αὐτῇ τοῦ Ἀχιλλέως, καὶ ξόανον τῆς παλαιᾶς ἐργασίας.
岛上有一座阿喀琉斯的庙宇,以及一座古老工艺的木雕神像。
§21.2ἡ δὲ νῆσος ἀνθρώπων μὲν ἐρήμη ἐστίν, νέμεται δὲ αἰξὶν οὐ πολλαῖς.
这座岛上并无人烟,但有少数山羊在放牧。
καὶ ταύτας ἀνατιθέναι λέγονται τῷ Ἀχιλλεῖ ὅσοι προσίσχουσι.
据说凡是靠岸的人都会把这些山羊献给阿喀琉斯。
καὶ ἄλλα πολλὰ ἀναθήματα ἀνάκειται ἐν τῷ νεῷ, φιάλαι καὶ δακτύλιοι καὶ λίθοι τῶν πολυτελεστέρων, καὶ ἐπιγράμματα, τὰ μὲν Ῥωμαῖκῶς τὰ Ἑλληνικῶς πεποιημένα ἐν ἄλλῳ καὶ ἄλλῳ μέτρῳ, ἔπαινοι τοῦ Ἀχιλλέως.
庙宇里还陈列着许多其他献纳品:浅碗、戒指、较为贵重的宝石,以及用各种格律写成的、有的是拉丁文有的是希腊文的题诗,皆是对阿喀琉斯的颂词。
ἔστιν δὲ ἃ καὶ §21.3τοῦ Πατρόκλου· καὶ γὰρ καὶ τὸν Πάτροκλον τιμῶσιν σὺν τῷ Ἀχιλλεῖ ὅσοι τῷ Ἀχιλλεῖ χαρίζεσθαι ἐθέλουσιν.
其中也有一些是献给帕特罗克洛斯的;因为凡是希望取悦阿喀琉斯的人,都会与阿喀琉斯一同尊崇帕特罗克洛斯。
ὄρνιθες δὲ πολλοὶ αὐλίζονται ἐν τῇ νήσῳ, λάροι καὶ αἴθυιαι καὶ κορῶναι αἱ θαλάσσιαι τὸ πλῆθος οὐ σταθμητοί.
岛上有许多鸟类栖息:海鸥、潜鸟和海鸦,数量多得无法估量。
οὗτοι οἱ ὄρνιθες θεραπεύουσιν τοῦ Ἀχιλλέως τὸν §21.4νεών.
这些鸟儿侍奉着阿喀琉斯的庙宇。
ἕωθεν ὁσημέραι καταπέτονται ἐς τὴν θάλασσαν· ἔπειτα ἀπὸ τῆς θαλάσσης βεβρεγμένοι τὰ πτερὰ σπουδῇ αὖ ἐσπέτονται ἐς τὸν νεών, καὶ ῥαίνουσιν τὸν νεών.
每天清晨,它们飞下海去;然后,它们从海里打湿了翅膀,急忙飞回庙里,将水洒在庙中。
ἐπειδὰν δὲ καλῶς ἔχῃ, οἳ δὲ ἐκκαλλύνουσιν αὖ τὸ ἔδαφος τοῖς πτεροῖς.
而当洒水停当后,它们又用翅膀把地面扫干净。
οἳ δὲ καὶ τάδε ἱστοροῦσιν. τῶν προσεσχηκότων τῇ
而其他人也记录了这些事:在那些靠岸的人中……