Humanitext Reader

阿利安 · 黑海环航记 §20.1-20.3

从美丽港经博里斯泰内斯河至伊斯特罗斯河

第 20 段,共 25 段 · 希腊语

内容简介

记述了从美丽港出发,经博里斯泰内斯河、奥尔比亚、奥德索斯,直至伊斯特罗斯河的普西隆河口的各地点间距离与地理特征。

§20.1ἐκ δὲ Καλοῦ λιμένος ἐς Ταμυράκην τριακόσιοι·
从美丽港到塔米拉凯为三百[斯塔德]。
ἔσω δὲ τῆς Ταμυράκης λίμνη ἐστὶν οὐ μεγάλη.
在塔米拉凯的内陆有一个湖,面积不大。
καὶ ἔνθεν ἐς τὰς ἐκροὰς τῆς λίμνης ἄλλοι τριακόσιοι.
从该处到该湖的流出口,还有三百[斯塔德]。
ἐκ δὲ τῶν ἐκροῶν τῆς λίμνης ἐς Ἠϊόνας στάδιοι ὀγδοήκοντα καὶ τριακόσιοι.
从湖的流出口到艾奥内斯为三百八十斯塔德。
καὶ ἔνθεν ἐς ποταμὸν Βορυσθένην πεντήκοντα §20.2καὶ ἑκατόν.
从此处到博里斯泰内斯河为一百五十[斯塔德]。
κατὰ δὲ τὸν Βορυσθένην ἄνω πλέοντι πόλις Ἑλλὰς ἄνομα Ὀλβία πεπόλισται.
对于沿博里斯泰内斯河逆流航行的人来说,有一座名为奥尔比亚的希腊城市建在那里。
ἀπὸ δὲ Βορυσθένους σθένους ἐπὶ νῆσον σμικράν, ἐρήμην καὶ ἀνώνυμον, στάδιοι ἑξήκοντα.
从博里斯泰内斯到一座无人且无名的小岛为六十斯塔德。
καὶ ἔνθεν ἐς Ὀδησσὸν ὀγδοήκοντα.
从那里到奥德索斯为八十[斯塔德]。
ἐν Ὀδησσῷ ὅρμος ναυσίν.
在奥德索斯有船只的停泊地。
ἀπὸ δὲ Ὀδησσοῦ ἔχεται Ἰστριανῶν λιμήν. στάδιοι ἐς αὐτὸν πεντήκοντα καὶ διακόσιοι.
紧接着奥德索斯的是伊斯特里亚人的港口,到那里为二百五十斯塔德。
§20.3ἐνθένδε ἔχεται Ἰσιακῶν λιμήν. στάδιοι ἐς αὐτὸν πεντήκοντα.
从此处紧接着是伊西亚科伊人的港口,到那里为五十斯塔德。
καὶ ἔνθεν ἐς τὸ Ψιλὸν καλούμενον στόμα τοῦ Ἴστρου διακόσιοι καὶ χίλιοι.
从该处到被称为普西隆的伊斯特罗斯河口为一千二百[斯塔德]。
τὰ δὲ ἐν μέσῳ ἔρημα καὶ ἀνώνυμα.
而介于其间的地区则是一片荒凉,且没有名字。

词汇与语法注释

  1. §20.2ἄνομα — 抄本中的 ἄνομα 被解释为 ὄνομα(名为、名字是)的讹误或异体,在此作为关系宾格来说明城市的名字。
  2. §20.2πλέοντι — 现在分词的与格形式,用作表示判断基准的“关系与格”(意为“对于逆流航行的人而言”)。
  3. §20.2Βορυσθένους σθένους — 抄本流传中明显的重复误写(ditography),在阅读和翻译时仅视作专有名词的属格形式 Βορυσθένους。

引用这一段

阿利安, 黑海环航记 §20.1-20.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0074.tlg004.humanitext-grc2:20.1-20.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。