§19.1καὶ πόλιν τοῦ Βοσπόρου Παντικάπαιον τεσσαράκοντα καὶ πεντακόσιοι.
还有到博斯普鲁斯的城市潘提卡派翁,为五百四十[斯塔德]。
ἐνθένδε ἐπὶ Τάναϊν ποταμὸν ἑξήκοντα, ὃς λέγεται ὁρίζειν ἀπὸ τῆς Ἀσίας τὴν Εὐρώπην.
从此处到塔奈斯河为六十[斯塔德],据说该河将欧洲与亚洲分隔开。
καὶ ὁρμᾶται μὲν ἀπὸ λίμνης τῆς Μαιώτιδος, ἐσβάλλει δὲ ἐς θάλασσαν τὴν τοῦ Εὐξείνου Πόντου.
它源自迈奥蒂斯湖,流入厄克辛海(黑海)。
καίτοι Αἰσχύλος ἐν Προμηθεῖ Λυομένῳ τὸν Φᾶσιν ὅρον §19.2τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ποιεῖ.
然而,埃斯库罗斯在《被解救的普罗米修斯》中将法希斯河作为欧洲与亚洲的界线。
λέγουσι γοῦν αὐτῷ οἱ Τιτᾶνες πρὸς τὸν Προμηθέα ὅτι
"ἥκομεν τοὺς σοὺς ἄθλους τούσδε, Προμηθεῦ, δεσμοῦ τε πάθος τόδʼ ἐποψόμενοι.
无论如何,在他的剧作中,提坦神们对普罗米修斯说:\n“普罗米修斯啊,我们来到这里,是为了目睹你这些受难的历程,以及你身受束缚的痛苦。
"
ἔπειτα καταλέγουσιν ὅσην χώραν ἐπῆλθον· "τῇ μὲν δίδυμον χθονὸς Εὐρώπης μέγαν ἠδʼ Ἀσίας τέρμονα Φᾶσιν.
”\n然后他们历数了自己走过的广阔土地: \n“一方是法希斯河,它是欧洲之地与亚洲之地的伟大双重界线。
"
τῆς δὲ λίμνης τῆς Μαιώτιδος περίπλους ἐν κύκλῳ λέγεται §19.3σταδίων ἀμφὶ τοὺς ἐνακισχιλίους.
”\n而绕行迈奥蒂斯湖一周的航程,据说约为九千斯塔德。
ἀπὸ δὲ Παντικαπαίου ἐς κώμην Καζέκα ἐπὶ θαλάσσῃ ᾠκισμένην στάδιοι εἴκοσι καὶ τετρακόσιοι.
从潘提卡派翁到坐落在海边的卡泽卡村为四百二十斯塔德。
ἐνθένδε ἐς Θευδοσίαν πόλιν ἐρήμην στάδιοι ὀγδοήκοντα καὶ διακόσιοι.
从此处到已荒废的城市特乌多西亚为二百八十斯塔德。
καὶ §19.4αὕτη παλαιὰ ἦν Ἑλλὰς πόλις Ἰωνική, Μιλησίων ἄποικος, καὶ μνήμη ἐστὶν αὐτῆς ἐν πολλοῖς γράμμασιν.
而这是一座古老的希腊爱奥尼亚城市,是米利都人的殖民地,在许多文献中都有关于它的记载。
ἐνθένδε ἐς λιμένα Σκυθοταύρων ἔρημον στάδιοι διακόσιοι· καὶ ἔνθεν ἐς Λαμπάδα τῆς Ταυρικῆς στάδιοι ἑξακόσιοι.
从此处到已荒废的斯基泰-陶里人港口为二百斯塔德;再从那里到陶里卡的兰帕斯为六百斯塔德。
§19.5ἀπὸ δὲ Λαμπάδος ἐς Συμβόλου λιμένα, Ταυρικὸν καὶ τοῦτον, στάδιοι εἴκοσι καὶ πεντακόσιοι.
从兰帕斯到叙姆博隆港(这也是一处陶里卡的港口)为五百二十斯塔德。
καὶ ἔνθεν ἐς Χερρόνησον τῆς Ταυρικῆς ὀγδοήκοντα καὶ ἑκατόν.
从那里到陶里卡的赫罗内索斯为一百八十[斯塔德]。
ἀπὸ δὲ Χερρονήσου ἐς Καρκινῖτιν στάδιοι ἑξακόσιοι, καὶ ἀπὸ Καρκινίτιδος ἐς Καλὸν λιμένα, Σκυθικὸν καὶ τοῦτον, ἄλλοι ἑπτακόσιοι.
从赫罗内索斯到卡基尼蒂斯为六百斯塔德,从卡基尼蒂斯到美丽港(这同样是斯基泰人的港口)还有七百[斯塔德]。