§1.1Αὐτοκράτορι Καίσαρι Τραϊανῷ Ἀδριανῷ Σεβαστῷ Ἀρριανὸς χαίρειν.
阿利安向皇帝凯撒·图拉真·哈德良·奥古斯都致敬。
ἐς Τραπεζοῦντα ἥκομεν, πόλιν Ἑλληνίδα, ὡς λέγει ὁ Ξενοφῶν ἐκεῖνος, ἐπὶ θαλάσσῃ ᾠκισμένην, Σινωπέων ἄποικον, καὶ τὴν θάλασσαν τὴν τοῦ Εὐξείνου ἄσμενοι κατείδομεν ὅθενπερ καὶ Ξενοφῶν καὶ σύ.
我们已抵达特拉佩祖斯,如那位著名的色诺芬所说,这是一座建在海边的希腊城市,是锡诺普人的殖民地;我们从当年色诺芬和您所看过的同一地方,欣喜地眺望了黑海。
§1.2καὶ οἱ βωμοὶ ἀνεστᾶσιν ἤδη, λίθου μέντοι γε τοῦ τραχέος, καὶ τὰ γράμματα διὰ τοῦτο οὐκ εὔδηλα κεχάρακται, τὸ δὲ Ἑλληνικὸν ἐπίγραμμα καὶ ἡμαρτημένως γέγραπται, οἷα δὴ ὑπὸ βαρβάρων γραφέν.
祭坛虽然已经立起,却是用粗糙的石头做的,因此字母雕刻得并不清晰,而希腊语的铭文也写得错误百出,仿佛是蛮族所写。
ἔγνωκα οὖν τούς τε βωμοὺς λίθου λευκοῦ ἀναθεῖναι, καὶ τὰ ἐπιγράμματα ἐγχαράξαι εὐσήμοις τοῖς γράμμασιν.
因此,我决定用白石重建这些祭坛,并用清晰的字母雕刻铭文。
§1.3ὁ μὲν γὰρ ἀνδριὰς ἕστηκεν ὁ σὸς τὸ μὲν σχῆμα ἐπιτηδείως — ἀποδείκνυσιν γὰρ τὴν θάλασσαν —, τὴν δὲ ἐργασίαν οὔτε ὅμοιός σοι οὔτε ἄλλως καλός·
因为您的雕像虽然立在那里,其姿态固然合适——因为它指着大海——但在工艺上既不像您,也不美观。
§1.4ὥστε πέμψον ἀνδριάντα ἄξιον ἐπονομάζεσθαι σὸν ἐν τῷ αὐτῷ τούτῳ σχήματι· τὸ γὰρ χωρίον ἐπιτηδειότατον ἐς μνήμην αἰώνιον.
请送一座配得上称为您的、且保持这同一姿态的雕像来;因为此地最适合作为永恒的纪念。