§18.1ὁρμηθεῖσιν οὖν ἐκ Διοσκουριάδος πρῶτος ἂν εἴη ὅρμος ἐν Πιτυοῦντι· στάδιοι τριακόσιοι πεντήκοντα.
从迪奥斯库里亚斯出发的人,第一个停泊港口应当是在皮提乌斯,距离为三百五十斯塔德。
ἐνθένδε ἐς τὴν Νιτικὴν στάδιοι πεντήκοντα καὶ ἑκατόν, ἵναπερ πάλαι ᾤκει ἔθνος Σκυθικόν, οὗ μνήμην ποιεῖται §18.2ὁ λογοποιὸς Ἡρόδοτος, καὶ λέγει τούτους εἶναι τοὺς φθειροτρωκτέοντας, καὶ ἐς τοῦτο ἔτι ἡ δόξα ἡ αὐτὴ ὑπὲρ αὐτῶν κατέχει.
从此处到尼提克为一百五十斯塔德,古时那里居住着一个斯基泰人部落,提及他们的正是历史编纂者希罗多德,他称这些人是“食虱者”,直到今日,关于他们的这种名声依然流传。
ἐκ δὲ Νιτικῆς ἐς Ἄβασκον ποταμὸν στάδιοι ἐνενήκοντα.
从尼提克到阿巴斯库斯河为九十斯塔德。
ὁ δὲ Βόργυς τοῦ Ἀβάσκου διέχει σταδίους ἑκατὸν καὶ εἴκοσιν, καὶ ὁ Νῆσις τοῦ Βόργυος, ἵναπερ καὶ Ἡράκλεια ἄκρα ἀνέχει, σταδίους ἑξήκοντα.
博尔居斯河距离阿巴斯库斯河一百二十斯塔德,而内西斯河距离博尔居斯河为六十斯塔德,此处亦有赫拉克利亚海角突起。
ἀπὸ δὲ Νήσιος ἐς Μασαϊτικὴν στάδιοι ἐνενήκοντα.
从内西斯河到马赛提克为九十斯塔德。
§18.3ἐνθένδε ἐς Ἀχαιοῦντα στάδιοι ἑξήκοντα, ὅσπερ ποταμὸς διορίζει Ζιλχοὺς καὶ Σανίγας.
从此处到阿开乌斯河为六十斯塔德,此河将济尔希人与萨尼盖人分隔开来。
Ζιλχῶν βασιλεὺς Σταχέμφαξ· καὶ οὗτος παρὰ σοῦ τὴν βασιλείαν ἔσχεν.
济尔希人的国王是斯塔肯法克斯,他也是从您那里获得了王权。
ἀπὸ Ἀχαιοῦντος ἐς Ἡράκλειαν ἄκραν πεντήκοντα καὶ ἑκατὸν στάδιοι.
从阿开乌斯河到赫拉克利亚海角为一百五十斯塔德。
ἐνθένδε ἐς ἄκραν, ἵναπερ σκέπη ἐστὶν ἀνέμου θρᾳσκίου καὶ βορρᾶ, ὀγδοήκοντα καὶ ἑκατόν.
从此处到一个有避北西北风和北风庇护所的海角为一百八十斯塔德。
ἐνθένδε ἐς τὴν καλουμένην Παλαιὰν Λαζικὴν §18.4εἴκοσι καὶ ἑκατὸν στάδιοι.
从此处到被称为旧拉济卡的地方为一百二十斯塔德。
ἐνθένδε ἐς τὴν Παλαιὰν Ἀχαΐαν πεντήκοντα καὶ ἑκατόν, καὶ ἔνθεν ἐς Πάγρας λιμένα πεντήκοντα καὶ τριακόσιοι.
从此处到旧阿开亚为一百五十斯塔德,再从那里到帕格赖港为三百五十斯塔德。
ἀπὸ δὲ Παγρῶν λιμένος ἐς Ἱερὸν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν.
从帕格赖港到神圣港为一百八十斯塔德。
ἐνθένδε ἐς Σινδικὴν τριακόσιοι.
从此处到辛迪克为三百斯塔德。
ἀπὸ σὲ Σινδικῆς ἐς Βόσπορον τὸν Κιμμέριον καλούμενον
而从辛迪克到被称为辛梅里亚的博斯普鲁斯为……