§17.1τὰ δὲ ἀπὸ Τραπεζοῦντος διαστήματα μέχρι Διοσκουριάδος προείρηται διὰ τῶν ποταμῶν ἀναμετρηθέντα.
从特拉佩祖斯到迪奥斯库里亚斯的距离,已通过河流测算并于前文叙述。
ἀθροίζονται δὲ ἀπὸ Τραπεζοῦντος ἐς Διοσκουριάδα, τὴν νῦν Σεβαστόπολιν καλουμένην, στάδιοι δισχίλιοι διακόσιοι ἑξήκοντα.
从特拉佩祖斯到如今被称为塞巴斯托波利斯的迪奥斯库里亚斯,总计为二千二百六十斯塔德。
§17.2τάδε μὲν τὰ ἀπὸ Βυζαντίου πλεόντων ἐν δεξιᾶ ὡς ἐπὶ Διοσκουριάδα, ἐς ὅπερ στρατόπεδον τελευτᾷ Ῥωμαίοις ἡ ἐπικράτεια ἐν δεξιᾷ ἐσπλεόντων §17.3ἐς τὸν Πόντον.
以上即为从拜占庭出发、右舷靠陆航行至迪奥斯库里亚斯的人所经之处,也是右舷入黑海航行者所及的罗马人统治疆域的终点军营。
ἐπεὶ δὲ ἐπυθόμην Κότυν τετελευτηκέναι, τὸν βασιλέα τοῦ Βοσπόρου τοῦ Κιμμερίου καλουμένου ἐπιμελὲς ἐποιησάμην καὶ τὸν μέχρι τοῦ Βοσπόρου πλοῦν δηλῶσαί σοι, ὡς, εἴ τι βουλεύοιο περὶ τοῦ Βοσπόρου, ὑπάρχει σοι καὶ τόνδε τὸν πλοῦν μὴ ἀγνοοῦντι βουλεύεσθαι.
得知被称为辛梅里亚的博斯普鲁斯国王科提斯已经去世,我便留心将直至博斯普鲁斯的航线也向您作一说明,以便您在对博斯普鲁斯做出任何决策时,能在此航线亦了然于胸的情况下予以考量。