§14.1τὰ δὲ ἀπὸ τοῦδε ἤδη Παφλαγονία.
从此地往后已是帕夫拉戈尼亚。
ἀπὸ Παρθενίου ἐς Ἄμαστριν πόλιν Ἑλληνίδα στάδιοι ἐνενήκοντα· ὅρμος ναυσίν.
从帕尔特尼奥斯到希腊城市阿马斯特里斯是九十斯塔德;有供船只停泊的锚地。
ἐνθένδε ἐς Ἐρυθίνους ἑξήκοντα.
从那里到埃里西诺伊是六十(斯塔德)。
καὶ ἀπὸ §14.2Ἐρυθίνων ἐς Κρῶμναν ἄλλοι ἐξήκοντα.
从埃里西诺伊到克罗姆纳另有六十(斯塔德)。
ἐνθένδε ἐς Κύτωρον ἐνενήκοντα.
从那里到基托罗斯是九十(斯塔德)。
ὅρμος ναυσὶν ἐν Κυτώρῳ.
在基托罗斯有供船只停泊的锚地。
καὶ ἀπὸ Κυτώρου ἐς Αἰγιαλοὺς ἑξήκοντα.
从基托罗斯到艾吉亚洛伊是六十(斯塔德)。
ἐς δὲ Θύμηνα ἐνενήκοντα.
到锡梅纳是九十(斯塔德)。
καὶ ἐς Κάραμβιν εἴκοσι καὶ ἑκατόν.
到卡兰比斯是一百二十(斯塔德)。
§14.3ἐνθένδε ἐς Ζεφύριον ἑξήκοντα.
从那里到泽菲里翁是六十(斯塔德)。
ἀπὸ δὲ Ζεφυρίου ἐς Ἀβώνου τεῖχος, πόλιν σμικράν, πεντήκοντα καὶ ἑκατόν· ὅρμος ναυσὶν οὐκ ἀσφαλής, σαλεύοιεν δʼ ἂν ἀπαθεῖς, εἰ μὴ μέγας χειμὼν κατάσχοι.
从泽菲里翁到阿博诺泰霍斯——一座小城市——是一百五十(斯塔德);该处有供船只停泊的锚地但不安全,不过若非暴风雨来袭,船只或许能平安停泊。
ἀπὸ δὲ Ἀβώνου τείχους ἐς Αἰγινήτην ἄλλοι πεντήκοντα καὶ ἑκατόν.
从阿博诺泰霍斯到埃吉内特斯另有一百五十(斯塔德)。
ἐνθένδε ἐς Κίνωλιν ἐμπόριον ἄλλοι ἑξήκοντα.
从那里到基诺利斯商埠另有六十(斯塔德)。
καὶ ἐν Κινώλι σαλεύοιεν ἂν νῆες ὥρᾳ ἔτους.
在基诺利斯,若在合适的季节,船只或许亦可停泊。
ἀπὸ δὲ Κινώλιος ἐς Σιεφάνην §14.4ὀγδοήκοντα καὶ ἑκατόν· ὅρμος ναυσὶν ἀσφαλής.
从基诺利斯到斯特凡内是一百八十(斯塔德);有供船只停泊的安全锚地。
ἀπὸ δὲ Στεφάνης ἐς Ποταμοὺς πεντήκοντα καὶ ἑκατόν.
从斯特凡内到波塔莫伊是一百五十(斯塔德)。
ἐνθένδε ἐς Λεπτὴν ἄκραν ἑκατὸν καὶ εἴκοσιν.
从那里到莱普特角是一百二十(斯塔德)。
ἀπὸ δὲ Λεπτῆς ἄκρας ἐς Ἁρμένην ἑξήκοντα· λιμὴν αὐτόθι.
从莱普特角到哈尔梅内是六十(斯塔德);该处有港口。
καὶ §14.5Ξενοφῶν τῆς Ἁρμένης ἐμνημόνευσεν.
而且色诺芬亦提及了哈尔梅内。
καὶ ἔνθεν ἐς Σινώπην στάδιοι τεσσαράκοντα· Σινωπῆς Μιλησίων ἄποικοι.
从那里到西诺普是四十斯塔德;西诺普人是米利都人的殖民者。
ἀπὸ δὲ Σινώπης ἐς Κάρουσαν πεντήκοντα καὶ ἑκατόν· σάλος ναυσίν.
从西诺普到卡鲁萨是一百五十(斯塔德);有供船只停泊的敞开锚地。
ἐνθένδε ἐς Ζάγωρα ἄλλοι αὖ πεντήκοντα καὶ ἑκατόν.
从那里到扎戈拉另有一百五十(斯塔德)。
ἐνθένδε ἐς τὸν Ἅλυν ποταμὸν τριακόσιοι.
从那里到哈里斯河是三百(斯塔德)。