§13.1ναυσὶ σμικραῖς.
(供)小型船只(停泊之锚地)。
ἀπὸ Ῥόης ἐς Ἀπολλωνίαν νῆσον σμικράν, ὀλίγον διέχουσαν τῆς ἠπείρου, ἄλλοι εἴκοσι.
从罗埃到阿波罗尼亚小岛(距离大陆不远),另有二十(斯塔德)。
λιμὴν ὑπὸ τῇ νησῖδι.
在该小岛下有一个港口。
καὶ ἔνθεν ἐς Χηλὰς στάδιοι εἴκοσιν.
从那里到赫莱是二十斯塔德。
ἀπὸ Χηλῶν ὀγδοήκοντα καὶ ἑκατόν, ἵναπερ Σαγγάριος ποταμὸς ἐσβάλλει ἐς τὸν Πόντον.
从赫莱到桑加里奥斯河注入黑海之处,是一合八十(斯塔德)。
ἐνθένδε ἐς τοῦ Ὑπίου §13.2τὰς ἐκβολὰς ἄλλοι ὀγδοήκοντα καὶ ἑκατόν.
从那里到许皮奥斯河的河口,另有一百八十(斯塔德)。
ἐς δὲ Λίλλιον ἐμπόριον ἀπὸ τοῦ Ὑπίου στάδιοι ἑκατόν, καὶ ἀπὸ τοῦ Λιλλίου ἐς Ἐλαῖον ἑξήκοντα.
从许皮奥斯河到利利翁商埠是一百斯塔德,且从利利翁到埃莱翁是六十(斯塔德)。
ἐνθένδε ἐς Κάλητα, ἄλλο ἐμπόριον, εἴκοσι καὶ ἑκατόν.
从那里到卡莱斯——另一个商埠——是一百二十(斯塔德)。
ἀπὸ Κάλητος §13.3ἐς Λύκον ποταμὸν ὀγδοήκοντα, ἀπὸ δὲ Λύκου ἐς Ἡράκλειαν πόλιν Ἑλληνίδα Δωρικήν, Μεγαρέων ἄποικον, στάδιοι εἴκοσιν.
从卡莱斯到吕科斯河是八十(斯塔德),从吕科斯河到赫拉克莱亚——一座希腊多利安人的城市,麦加拉人的殖民地——是二十斯塔德。
ἐν Ἡρακλείᾳ ὅρμος ναυσίν, ἀπὸ δὲ Ἡρακλείας ἐπὶ μὲν τὸ Μητρῷον καλούμενον στάδιοι ὀγδοήκοντα.
在赫拉克莱亚有供船只停泊的锚地,而从赫拉克莱亚到被称为梅特罗翁的地方是八十斯塔德。
ἐνθένδε ἐς τὸ Ποσείδειον τεσσαράκοντα, §13.4καὶ ἔνθεν ἐς Τυνδαρίδας πέντε καὶ τεσσαράκοντα, πέντε δὲ καὶ δέκα ἐνθένδε ἐπὶ τὸ Νυμφαῖον.
从那里到波塞迪翁是四十(斯塔德),从那里到廷达里德斯是四十五(斯塔德),从那里到宁法翁是十五(斯塔德)。
καὶ ἀπὸ τοῦ Νυμφαίου ἐπὶ τὸν Ὀξίναν ποταμὸν τριάκοντα.
从宁法翁到奥克西纳斯河是三十(斯塔德)。
καὶ ἀπὸ Ὀξίνα ἐς Σανδαράκην ἐνενήκοντα.
从奥克西纳斯河到桑达拉凯是九十(斯塔德)。
Σανδαράκη ὅρμος ναυσὶ σμικραῖς.
桑达拉凯是供小型船只停泊的锚地。
ἐνθένδε ἐς Κρηνίδας ἑξήκοντα.
从那里到克勒尼德斯是六十(斯塔德)。
§13.5καὶ ἀπὸ Κρηνίδων ἐς Ψύλλαν ἐμπόριον τριάκοντα.
从克勒尼德斯到普西拉商埠是三十(斯塔德)。
ἐνθένδε ἐς Τίον, πόλιν Ἑλληνίδα Ἰωνικήν, ἐπὶ θαλάσσῃ οἰκουμένην, Μιλησίων καὶ ταύτην ἄποικον, ἐνενήκοντα.
从那里到蒂奥斯——一座坐落于海边的希腊伊奥尼亚人城市,这也是米利都人的殖民地——是九十(斯塔德)。
ἀπὸ δὲ Τίου ἐς Βιλλαῖον ποταμὸν στάδιοι εἴκοσιν.
从蒂奥斯到比莱奥斯河是二十斯塔德。
ἀπὸ δὲ Βιλλαίου ἐπὶ τὸν Παρθένιον ποταμὸν στάδιοι ἑκατόν.
从比莱奥斯河到帕尔特尼奥斯河是一百斯塔德。
μέχρι τοῦδε Θρᾷκες οἱ Βιθυνοὶ νέμονται, ὧν καὶ Ξενοφῶν §13.6ἐν τῇ συγγραφῇ μνήμην ἐποιήσατο ὅτι μαχιμώτατοι εἶεν τῶν κατὰ τὴν Ἀσίαν, καὶ τὰ πολλὰ κακὰ ἡ στρατιὰ τῶν Ἑλλήνων ὅτι ἐν τῇδε τῇ χώρᾳ ἔπαθεν, ἐπειδὴ ἀπεχωρίσθησαν οἱ Ἀρκάδες ἀπό τε τῆς Χειρισόφου καὶ τῆς Ξενοφῶντος μερίδος.
直到此处,色雷斯比提尼亚人在此地盘踞,关于他们,色诺芬亦在其著作中提及他们是亚洲人中最骁勇善战的,并且,在阿卡迪亚人与希里索福斯和色诺芬的部属分离之后,希腊军队在这片土地上遭受了许多灾难。