Humanitext Reader

琉善 · 痛风 §91-175

痛风女神降临与对凡人徒劳疗法的嘲笑

第 2 段,共 4 段 · 希腊语

内容简介

歌队歌颂了痛风女神神圣而滑稽的起源,使患者意识到自己早已入会并一同迎接女神降临。随后,痛风女神亲自现身,历数并嘲笑了凡人为了治疗这种病痛而尝试的各种徒劳的药物、民间偏方以及巫术。

§91τὰν δ’ Ὠχεανοῦ παρὰ παγαῖς §92Ζανὸς παράκοιτιν Ὀλυμπίου §93λευκώλενον εὐρέσι κόλποις §94Ἥραν ἐτιθήνατο Τηθύς.
另一方面,在俄刻阿诺斯的源泉旁,泰提斯抚育了赫拉,那位奥林匹斯宙斯的白臂妻子,拥有丰满的胸襟。
§95κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτου §96ἐλόχευσε κόρας ἄτρομον φυὰν §97Κρονίδας, μέγ’ ἄριστος Ὀλυμπίων, §98τὰν ἐγρεκύδοιμον ᾿Αθάναν.
而从他不朽的头颅顶端,克罗诺斯之子,奥林匹斯诸神中最高明者,产下了他那无畏姿态的女儿,唤醒战争的雅典娜。
§99τὰν δ’ ἁμετέραν θεὸν ὀλβίαν §100ὁ γέρων λιπαραῖσιν ἐν ἀγκάλαις §101πρώταν ἐλόχευσεν Ὁφίων.
但我们那福泽深厚的女神,那个年迈的俄斐翁首先用他光洁的双臂接生了她。
§102ὅτ’ ἐπαύσατο μὲν σκότιον χάος §103ἀνέτειλέ τε λαμπέτις ἀὼς §104καὶ παμφαὲς ἀελίου σέλας. §105τότε καὶ Ποδάγρας ἐφάνη κράτος.
当黑暗的混沌止息,明亮的曙光和太阳那普照的光辉升起之时,那时痛风女神的力量也显现了。
§106ὅτε γὰρ λαγόνων σε τεκοῦσα §107Μοῖρα Κλωθὼ τότ’ ἔλουσεν, §108ἐγέλασσεν ἅπαν σέλας οὐρανοῦ, §109μέγα δ’ ἔκτυπεν εὔδιος αἰθήρ· §110τὰν δ’ εὐγλαγέτοις ἐνὶ μαξοῖς §111εὔολβος ἐθρέψατο Πλούτων.
因为当命运三女神之一的克洛托从子宫中将你产下,并在那时为你清洗时,整个天空的光芒都在微笑,晴朗的大气发出了巨大的雷鸣;拥有丰盈乳汁的胸膛,丰裕的普路托抚育了你。
§112Τίσιν δὲ τελεταῖς ὀργιάξει προσπόλους;
她用什么样的仪式来让她的侍从们入会呢?
§113Οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου, §114οὐ τριχὸς ἀφέτου λυγίζεται στροφαῖσιν αὐχήν, §115οὐδὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα, §116οὐδ’ ὠμὰ λακιστὰ κρέα σιτούμεθα ταύρων·
我们不用铁刃割裂身体来洒下汹涌的鲜血,也不因披散头发的旋转而扭曲颈项,也不用那发出啪啪声的众多骨牌抽打背部,也不吃公牛被撕裂的生肉。
§117ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθος §118καὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει, §119τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις, §120ἀφανές, κρύφιον. δεδυκὸς ὑπὸ μυχοῖσι γυίων, §121πόδα, γόνυ, κοτύλην. ἀστραγάλους. ἰσχία. μηρούς, §122χέρας, ὠμοπλάτας, βραχίονας, κορωνά, καρποὺς §123ἔσθει, νέμεται, φλέγει, κρατεῖ, πυρο,. μαλάσσει, §124μέχρις ἂν ἡ θεὸς τὸν πόνον ἀποφυγεῖν κελεύσῃ.
但是当春天榆树茂密地开出纤细的花朵,声音清脆的乌鸫在枝头歌唱时,那时,一柄锐利的箭穿透信徒们的四肢并固定其中,它是无形的、隐藏的,潜入四肢的深处,吞噬、啃食、燃烧、支配、焚烧、软化足、膝、关节、踝骨、腰、大腿、双手、肩胛骨、手臂、手腕、手掌,直到女神命令他们摆脱这痛苦。
§125Εἷς ἆρα κἀγὼ τῶν κατωργιασμένων §126ἔλαθον ὑπάρχων;
那么,我也是那些彻底入会者之一,却连自己都不知道吗?
τοιγὰρ ἧκε πρευμενὴς §127δαίμων φανεῖσα.
因此,显现出来的友善神明来到了。
σὺν δ’ ἐγὼ μύσταις ὁμοῦ §128ὕμνων κατάρξω τὸ ποδαγρῶν ᾄδων μέλος.
我将与信徒们一起,唱起痛风之歌,开始唱诵赞歌。
§129Σῖγα μὲν αἰθὴρ νήνεμος ἔστω, §130καὶ πᾶς ποδαγρῶν εὐφημείτω.
大气当无风而安静,每一个痛风者都当口出吉言。
§131ἴδε, πρὸς θυμέλας ἡ κλινοχαρὴς §132βαίνει δαίμων σκίπωνι βάσιν §133στηριξομένη.
看啊,向着祭坛的炉座,那喜爱卧榻的女神正用拐杖支撑着步伐前行。
χαίροις μακάρων §134πολὺ πραοτάτη καὶ σοῖς προπόλοις §135ἵλαος ἔλθοις ὄμματι φαιδρῷ.
祝福你,诸神中最温和者,愿你带着晴朗的目光,仁慈地降临到你的侍从身边。
§136δοίης δὲ πόνοις λύσιν ὠκεῖαν §137ταῖσδ’ εἰαριναῖσιν ἐν ὥραις.
愿你在这春天的时刻,给我们的痛苦以迅速的解脱。
§138Τίς τὴν ἀνίκητόν με δεσπότιν πόνων §139οὐκ οἶδε Ποδάγραν τῶν ἐπὶ χθονὸς βροτῶν;
在大地的凡人中,谁不知道我,这痛苦的无敌女主人痛风?
§140ἣν οὔτε λιβάνων ἀτμὸς ἐξιλάσκεται §141οὔτε χυθὲν αἷμα βωμίοις παρ’ ἐμπύροις, §142οὐ ναὸς ὄλβου περικρεμὴς ἀγάλμασιν, §143ἣν οὔτε Παιὰν φαρμάκοις νικᾶν σθένει, §144πάντων ἰατρὸς τῶν ἐν οὐρανῷ θεῶν. §145οὐ παῖς ὁ Φοίβου πολυμαθὴς Ἀσκληπιός.
无论是乳香的烟雾,还是在燃火的祭坛旁泼洒的鲜血,都不能抚慰我,挂满奢华神像的神殿也不能;无论是派安也无力用药物战胜我,他可是天界所有神明的医生,还是福玻斯那博学之子阿斯克勒庇俄斯也同样无能为力。
§146ἐξ οὗ γὰρ ἐφύη πρῶτον ἀνθρώποις γένος, §147τολμῶσι πάντες τοὐμὸν ἐκβαλεῖν σθένος, §148κυκῶντες αἰεὶ φαρμάκων τεχνήματα.
自从人类的种族最初诞生以来,他们都胆敢驱逐我的力量,总是调配着各种药剂的诡计。
§149ἄλλος γὰρ ἄλλην ἐπ’ ἐμὲ πειράξει τέχνην· §150τρίβουσιν ἀρνόγλωσσα καὶ σέλινά μοι §151καὶ φύλλα θριδάκων καὶ νομαίαν ἀνδράχνην.
因为一个人对我尝试这一种技术,另一个尝试那一种:他们为我研磨车前草和芹菜,以及莴苣叶和野生的马齿苋。
§152ἄλλοι πράσιον, οἱ δὲ ποταμογείτονα, §153ἄλλοι κνίδας τρίβουσιν, ἄλλοι σύμφυτον, §154ἄλλοι φακοὺς φέρουσι τοὺς ἐκ τελμάτων. §155σταφυλῖνον ἑφθόν, οἱ δὲ φύλλα Περσικῶν, §156ὑοσκύαμον, μήκωνα, βολβούς, σίδια, §157ψύλλιον, λίβανον. ῥίζαν ἑλλεβόρου, νίτρον, §158τῆλιν μετ’ οἴνου, γυρίνην, κολλάμφακον, §159κυπαρισσίνην κηκῖδα, γῦριν κριθίνην, §160χράμβης ἀπέφθου φύλλα, γύψον ἔκ Πάρου, §161σπυράθους ὀρείας αἰγός, ἀνθρώπου κόπρον, §162ἄλευρα κυάμων, ἄνθος ᾿Ασσίου λίθου· §163ἕψουσι φρύνους, μυγαλᾶς, σαύρας, γαλᾶς, §164βατράχους, ὑαίνας, τραγελάφους, ἀλώπεκας.
其他人研磨苦薄荷,另一些人研磨眼子菜,其他人研磨荨麻,另一些人研磨聚合草,其他人带来沼泽里的扁豆,煮熟的野胡萝卜,另一些人带来桃树叶,天仙子、罂粟、球根、石榴皮,车前子、乳香、藜芦根、天然碱,掺酒的葫芦巴、野豌豆粉、野黄瓜,柏木瘿、大麦粉,煮过的卷心菜叶、帕罗斯岛的石膏,山羊的粪便、人类的粪便,蚕豆粉、阿索斯石之花;他们煮蟾蜍、鼩鼱、蜥蜴、鼬鼠,青蛙、鬣狗、羚羊、狐狸。
§165ποῖον μέταλλον οὐ πεπείρασται βροτοῖς;
有什么金属是凡人没有尝试过的?
§166τίς οὐχὶ χυλός;
有什么汁液?
ποῖον οὐ δένδρου δάχρυ;
有什么树木的眼泪?
§167ξῴων ἁπάντων ὀστά, νεῦρα, δέρματα, §168στέαρ, αἷμα. μυελός, οὖρον, ἀπόπατος, γάλα.
凡一切动物的骨头、肌腱、皮肤、脂肪、血液、骨髓、尿液、粪便、乳汁。
§169πίνουσιν οἱ μὲν τὸ διὰ τεσσάρων ἄκος, §170οἱ δὲ τὸ δι᾿ ὀχτώ, τὸ δὲ δι᾿ ἑπτὰ πλείονες.
有人喝四物汤,有人喝八物汤,更多的人喝七物汤。
§171ἄλλος δὲ πίνων τὴν ἱερὰν καθαίρεται, §172ἄλλος ἐπαοιδαῖς ἐπιθετῶν ἐμπαίζεται, §173Ἰουδαῖος ἕτερον μωρὸν ἐξᾴδει λαβών.
另一个人喝下特制圣药来导泻,另一个人将信托寄于咒语而沦为笑柄,犹太人抓住另一个傻子对他唱出驱邪咒。
§174ὁ δὲ θεραπείαν ἔλαβε παρὰ τῆς Κυρράνης.
还有一个人从库拉内那里得到了治疗。
§175ἐγὼ δὲ τούτοις πᾶσιν οἰμώξειν λέγω
但我对这一切人说:‘去哭天喊地吧! ’

词汇与语法注释

  1. 98τὰν ἐγρεκύδοιμον ᾿Αθάναν — ‘ἄτρομον φυὰν’(无畏的姿态/身体)为宾格,作为直接宾语‘κόρας’(女儿,即雅典娜)的同格成分或描述性对格,用以表征她诞生时的身心特征。
  2. 101Ὁφίων — 原始蛇神‘Ὁφίων’是动词‘ἐλόχευσεν’(接生/诞下)的主语,在此作为一个庄重而滑稽的始祖,表明痛风女神在创世之初由他首先接引抚育。
  3. 112Τίσιν δὲ τελεταῖς ὀργιάξει προσπόλους; — 第三人称单数动词‘ὀργιάξει’的主语是痛风女神,宾语是‘προσπόλους’。‘Τίσιν τελεταῖς’为手段与格,全句意为“她以何种仪式招纳侍从入会?”
  4. 125ἔλαθον ὑπάρχων — 经典的“λανθάνω”(此处为不定过去时“ἔλαθον”)带补充性分词(“ὑπάρχων”)的惯用句式,表示主语在“不知不觉中竟已是[……]”的状态。
  5. 175οἰμώξειν λέγω — 惯用词组‘οἰμώξειν λέγω’(常作现在时‘οἰμώζειν λέγω’)意为“我让(某人)去哭/倒霉”,即表示诅咒或鄙弃,与之连用的与格‘τούτοις πᾶσιν’为诅咒的对象。

引用这一段

琉善, 痛风 §91-175. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg071.humanitext-grc2:91-175

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。