§1ὦ στυγνὸν οὔνομʼ, ὦ θεοῖς στυγούμενον, §2ποδάγρα, πολυστένακτε, Κωκυτοῦ τέκνον, §3ἣν Ταρτάρου κευθμῶσιν ἐν βαθυσκίοις §4Μέγαιρʼ Ἐρινὺς γαστρὸς ἐξεγείνατο §5μαζοῖσί τʼ ἐξέθρεψε, καὶ πικρῷ βρέφει §6εἰς χεῖλος ἐστάλαξεν Ἀλληκτὼ γάλα,
哦,可憎的名字,哦,为诸神所厌恶者,痛风啊,引来万般叹息者,科库托斯之子,在冥府深暗的深渊中,复仇女神墨盖拉从其腹中将你产下,用双乳将你抚养,且对你这残酷的婴孩,阿勒克托将苦涩的乳汁滴在你的唇上。
ἦλθες ἀνθρώποις βλάβος.
你来到人间,成了凡人的祸害。
§9εἰ γὰρ τεθνῶσιν ἀμπλακημάτων τίσις §10βροτοῖς ὀπηδεῖ τῶν ἔδρασαν ἐν φάει, §11οὐ Τάνταλον ποτοῖσιν, οὐδʼ Ἰξίονα §12τροχῷ στροβητόν, οὐδὲ Σίσυφον πέτρῳ §13ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως, §14ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας §15τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις,
因为,如果对于死者而言,对他们在光芒中所犯之罪的惩罚,还会跟随着凡人的话,那就没有必要在冥王哈得斯的府邸中,用饮水惩罚坦塔洛斯,也没有必要用轮子惩罚被旋转的伊克西翁,或用巨石惩罚西绪福斯,而只需单纯地将所有作恶之人,连结于你那折磨关节的痛苦之上。
§16ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας §17χειρῶν ἀπʼ ἄκρων εἰς ἄκρας ποδῶν βάσεις §18ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς §19πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους §20ἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους.
事实上,我这痛苦而悲惨的身体,从双手的指尖直到双脚的足底,被恶劣的体液与苦涩的胆汁,伴随着剧烈的气息,紧紧地束缚着这些通道,僵立着,紧闭着,使痛苦不断加剧。
炽热的灾祸甚至在五脏六腑之上奔流,伴随着火焰的漩涡将肉体焚烧。
§23ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸς §24ἢ Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος, §25ὅπου δυσεξέλικτα κυματούμενος §26σήραγξι πετρῶν σκολιὸς εἱλεῖται κλύδων.
犹如装满埃特纳之火的喷火口,或海流穿过的西西里海峡,在那里,难以挣脱的波涛汹涌,弯曲的巨浪在岩石的洞穴中翻滚。
§27ὦ δυστέκμαρτον πᾶσιν ἀνθρώποις τέλος, §28ὡς εἰς μάτην σε πάντες ἀμφιθάλπομεν §29ἐλπίδι ματαίᾳ μωρὰ βουκολούμενοι.
哦,凡人皆难以预测的终结,我们大家是何等徒劳地将你呵护,愚蠢地被虚无的希望所欺骗。
§30ἀνὰ Δίνδυμον Κυβήβης §31Φρύγες ἔνθεον ὀλολυγὴν §32ἁπαλῷ τελοῦσιν Ἄττῃ, §33καὶ πρὸς μέλος κεραύλου §34Φρυγίου κατʼ ὄρεα Τμώλου §35κῶμον βοῶσι Λυδοί· §36παραπλῆγες δʼ ἀμφὶ ῥόπτροις §37κελαδοῦσι Κρητὶ ῥυθμῷ §38νόμον Κορύβαντες εὐάν.
在库柏勒的丁迪摩斯山上,弗里吉亚人为柔弱的阿提斯,献上充满灵感的哀号,伴随着弗里吉亚角笛的曲调,在托摩罗斯山的群山之中,吕底亚人发出狂欢的呼喊;疯狂的科里班特斯敲打着手鼓,伴随着克里特节奏,响彻着“埃万”的狂欢曲调。
§42ἡμεῖς δὲ σοί, Ποδάγρα, §43πρώταις ἔαρος ἐν ὥραις §44μύσται τελοῦμεν οἴκτους, §45ὅτε πᾶς χλοητόκοισι §46ποίαις τέθηλε λειμών, §47Ζεφύρου δὲ δένδρα πνοιαῖς §48ἁπαλοῖς κομᾷ πετήλοις, §49ἁ δύσγαμος κατʼ οἴκους §50μερόπων θροεῖ χελιδών, §51καὶ νυκτέροις καθʼ ὕλαν §52τὸν Ἴτυν στένει δακρύουσʼ §53Ἀτθὶς γόοις ἀηδών.
而我们,痛风啊,对你,在春天的最初时刻,作为信徒,履行我们的哀悼仪式,此时每一片草地都因生草的植物而蓬勃绽放,借着西风的吹拂,树木柔密地生出柔嫩的绿叶,婚姻不幸的燕子在凡人的屋中发出啼鸣,在夜间的森林里,哭泣着哀悼伊提斯,阿提卡的夜莺发出悲哀的啼哭。
§54ὤμοι πόνων ἀρωγόν, ὦ τρίτου ποδὸς §55μοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μου §56βάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον, §57ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ.
呜呼,我痛苦的帮手,分得第三只脚之命运的手杖啊,请支撑我颤抖的步伐,指引我的道路,好让我能在大地上踏出稳健的足迹。
振作起来,可怜的人,让四肢离开床铺,离开这盖有屋顶的房屋庇护所。
§60σκέδασον δʼ ἀπʼ ὄσσων νύχιον ἀέρος βάθος §61μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος §62ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον· §63δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει, §64ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα §65εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας.
驱散眼前的夜幕迷雾,走到户外,面向太阳的光芒,吸入这明亮空气中不带阴霾的微风;因为自我在黑暗中被禁闭、失去太阳、在未铺床单的卧榻上备受肉体煎熬以来,这已经是第十五个光阴。
§66ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα §67βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ, §68δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις.
事实上,我的灵魂与热忱虽已准备就绪,渴望着迈开步伐走向门口,但我那迟钝的身体却不听从我的愿望。
§69ὅμως δʼ ἐπείγου, θυμέ, γιγνώσκων ὅτι §70πτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃ §71καὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει.
然而,我的心啊,你仍要急迫,因为你知道:患了痛风的穷人,如果想要行走却不能,就把他列在死人之中。
§72ἀλλʼ εἶα.
来吧。
可是,这些手中挥舞着手杖、头上戴着接骨木叶冠的人们是谁?
§75τίνι δαιμόνων ἄγουσι κωμαστὴν χορόν;
他们在为哪位神明引导着狂欢的舞蹈?
§76μῶν, Φοῖβε Παιάν, σὸν γεραίρουσιν σέβας;
难道,福玻斯·派安,他们是在尊崇你的威严吗?
§77ἀλλʼ οὐ στέφονται Δελφίδος φύλλῳ δάφνης.
但他们并没有戴着德尔斐的月桂树叶冠。
§78ἢ μή τις ὕμνος Βακχίῳ κωμάζεται;
或者,是在为巴克科斯狂欢着歌唱某种赞歌?
§79ἀλλ’ οὐκ ἔπεστι κισσίνη σφραγὶς κόμαις.
但他们的发间并没有常春藤的印记。
§80τίνες ποθ’ ἡμῖν, ὦ ξένοι, βεβήκατε;
异乡人们,你们究竟是谁,来到了我们这里?
§81αὐδᾶτε καὶ πρόεσθε νημερτῆ λόγον.
请说吧,吐露真实的话语。
§82τίς δ’ ἔστιν, ἣν ὑμνεῖτε, λέξατ’, ὦ φίλοι.
你们所赞美的是谁,告诉我们吧,朋友们。
§83Σὺ δ’ ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις;
而你又是谁,是谁的子嗣,竟这样对我们说话?
因为正如你的手杖和步伐所揭示的,我们看出你是那位无敌女神的信徒。
§86Εἶς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος;
我也是其中之一吗,配得上侍奉那位女神?