§8Λυκῖνος
Ἐπανίωμεν δέ, εἰ δοκεῖ, ἐπὶ τὴν ἅμιλλαν τῶν προτέρων λόγων.
吕基诺斯那么,如果可以的话,让我们回到刚才那些讨论的竞争中来。
κἀγὼ μὲν καλῶ τοὺς βελτίστους εἶναι ὅλους, σὺ δὲ γνώρισον· οἶμαι γάρ σε κἂν νῦν δυνήσεσθαι τοσούτων γε ἐπακούσαντα τῶν ἑξῆς λεγομένων.
我将指出所有最优秀的表达,而你来识别它们;因为我想,在听了接下来的这么多话之后,你现在也应该能够做到了。
Σολοικιστής
Ἴσως μὲν οὐδὲ νῦν δυνήσομαί σου λέγοντος·
独语者也许即使现在你说着,我还是不能;尽管如此,请说吧。
ὅμως εἰπέ. Λυκῖνος
Καὶ πῶς φὴς οὐ δυνήσεσθαι;
吕基诺斯你怎么说你不能呢?
ἡ γὰρ θύρα σχεδὸν ἀνέῳγέ σοι τῆς γνωρίσεως αὐτῶν.
因为识别它们的门已经几乎为你敞开了(aneōge)。
Σολοικιστής
Εἰπὲ τοίνυν.
独语者那么请说吧。
Λυκῖνος
Ἀλλὰ εἶπον.
吕基诺斯但我已经说了。
Σολοικιστής
Οὐδέν γε, ὥστε ἐμὲ μαθεῖν.
独语者至少没有什么是我能学到的。
Λυκῖνος
Οὐ γὰρ ἔμαθες τὸ ἀνέῳγεν;
吕基诺斯难道你没有学到那个“aneōgen”吗?
Σολοικιστής
Οὐκ ἔμαθον.
独语者我没有学到。
Λυκῖνος
Τί οὖν πεισόμεθα, εἰ μηδὲ νῦν ἀκολουθήσεις τοῖς λεγομένοις;
吕基诺斯如果你现在还跟不上所说的话,我们该怎么办呢?
καίτοι πρός γε τὰ κατ’ ἀρχὰς ῥηθέντα ὑπὸ σοῦ ἐγὼ μὲν ᾤμην ἱππεῖς ἐς πεδίον καλεῖν.
然而,对于你一开始所说的话,我还以为我是“引骑兵入平原”呢。
σὺ δὲ τοὺς ἱππεῖς κατενόησας;
但你注意到那些“骑兵”了吗?
ἀλλὰ ἔοικας οὐ φροντίζειν τῶν λόγων, μάλιστα οὓς νῦν κατὰ σφᾶς αὐτοὺς διήλθομεν.
相反,你似乎根本不在意言语,尤其是我们刚才关于我们自己(kata sphas autous)所讨论的那些话。
Σολοικιστής
Ἐγὼ μὲν φροντίζω, σὺ δὲ ἀδήλως αὐτοὺς διεξέρχῃ.
独语者我确实在意,但你讲得太含糊了。
§9Λυκῖνος
Πάνυ γοῦν ἄδηλόν ἐστι τὸ κατὰ σφᾶς αὐτοὺς ἐφ’ ἡμῶν λεγόμενον.
吕基诺斯用“关于他们自己(kata sphas autous)”来指代我们,确实非常含糊。
ἀλλὰ τοῦτο μὲν δῆλον· σὲ δὲ οὐδεὶς ἂν θεῶν ἀγνοοῦντα παύσειε πλήν γε ὁ Ἀπόλλων.
但这确实是显而易见的;除了阿波罗之外,没有哪位神能让你停止无知。
μαντεύεται γοῦν ἐκεῖνος πᾶσι τοῖς ἐρωτῶσι, σὺ δὲ οὐδὲ τὸν μαντευόμενον κατενόησας.
无论如何,他对所有询问的人降下神示(manteuetai),而你甚至没有注意到那个求神示者。
Σολοικιστής
Μὰ τοὺς θεούς, οὐ γὰρ ἔμαθον.
独语者以神灵的名义,我确实没有学到。
Λυκῖνος
Εἰ ἄρα καθ’ εἷς λανθάνει σε περιιών;
吕基诺斯那么,它们是一个接一个地(kath' heis)在你周围转悠,而你却没有发觉吗?
Σολοικιστής
Ἐοίκασί γε.
独语者确实似乎如此。
Λυκῖνος
Ὁ δὲ καθ’ εἷς πῶς παρῆλθεν;
吕基诺斯那么,那个“一个接一个地(kath' heis)”是如何通过的?
Σολοικιστής
Οὐδὲ τοῦτο ἔμαθον.
独语者这个我也没学到。
Λυκῖνος
Οἶσθα δέ τινα μνηστευόμενον αὑτῷ γάμον;
吕基诺斯那么,你听说过有人为自己向自己求婚(mnēsteuomenon hautō)的吗?
Σολοικιστής
Τί οὖν τοῦτο;
独语者那又怎样?
Λυκῖνος
Ὅτι σολοικίζειν ἀνάγκη τὸν μνηστευόμενον αὑτῷ.
吕基诺斯因为为自己向自己求婚(mnēsteuomenon hautō)的人必然犯了语法错误。
Σολοικιστής
Τί οὖν πρὸς τοὐμὸν πρᾶγμα, εἰ σολοικίζει τις μνηστευόμενος;
独语者如果有人求婚时犯了语法错误,这与我的事情有什么关系?
Λυκῖνος
Ὅτι ἀγνοεῖ ὁ φάσκων εἰδέναι.
吕基诺斯因为那个自称知道的人其实一无所知。
καὶ τὸ μὲν οὕτως ἔχει.
事情确实是这样的。
εἰ δέ τις λέγοι σοι παρελθὼν ὡς ἀπολίποι τὴν γυναῖκα, ἆρ’ ἂν ἐπιτρέποις αὐτῷ;
但如果有人走过来对你说,他离开了他的妻子(as apolipoi tēn gynaika),你会允许他吗?
Σολοικιστής
Τί γὰρ οὐκ ἂν ἐπιτρέποιμι, εἰ φαίνοιτο ἀδικούμενος;
独语者如果他看起来受了委屈,我为什么不允许呢?
Λυκῖνος
Εἰ δὲ σολοικίζων φαίνοιτο, ἐπιτρέποις ἂν αὐτῷ τοῦτο;
吕基诺斯但如果他看起来犯了语法错误,你会允许他这样做吗?
Σολοικιστής
Οὐκ ἔγωγε.
独语者我绝不。
Λυκῖνος
Ὀρθῶς γὰρ λέγεις· οὐ γὰρ ἐπιτρεπτέον σολοικίζοντι τῷ φίλῳ, ἀλλὰ διδακτέον ὅπως τοῦτο μὴ τείσεται.
吕基诺斯你说得对;因为我们不能允许朋友犯语法错误,而应该教导他,使他不至于遭受(teisētai)这种事。
καὶ εἴ τίς γε νῦν ψοφοίη τὴν θύραν ἐσιὼν ἢ ἐξιὼν κόπτοι, τί φήσομέν σε πεπονθέναι;
如果现在有人进来时让门发出声响(psophoiē),或者出去时敲门(koptoi),我们该说你遭遇了什么?
Σολοικιστής
Ἐμὲ μὲν οὐδέν, ἐκεῖνον δὲ ἐπεσελθεῖν βούλεσθαι ἢ ἐξιέναι.
独语者我什么也没遭遇,只知道那个人想进来或出去。
Λυκῖνος
Σὲ δὲ ἀγνοοῦντα τὸν κόπτοντα ἤ ψοφοῦντα οὐδὲν ὅλως πεπονθέναι δόξομεν ἀπαίδευτον ὄντα;
吕基诺斯但你既然不知道敲门或弄出声响的人的意思,我们难道不会被认为完全是个无知的人,什么也没察觉到吗?
Σολοικιστής
Ὑβριστὴς εἶ.
独语者你太无礼了。
Λυκῖνος
Τί λέγεις;
吕基诺斯你说什么?
ὑβριστὴς ἐγώ;
我无礼?
νῦν δὴ γενήσομαί σοι διαλεγόμενος.
我现在正要(nyn dē genēsomai)与你交谈。
ἔοικε δὲ σολοικίσαι τὸ νῦν δὴ γενήσομαι, σὺ δ’ οὐκ ἔγνως.
而这个“我现在正要(nyn dē genēsomai)”似乎犯了语法错误,而你却没有发现。