Humanitext Reader

琉善 · 语法失误者 §5-7

莫普索斯的苏格拉底纠错逸事

第 2 段,共 4 段 · 希腊语

内容简介

吕基诺斯介绍了他在埃及结识的莫普索斯的苏格拉底,如何通过幽默且不带恶意的方式,纠正人们在日常交流和雅典方言使用中的各种语法错误。

§5Λυκῖνος κἀγὼ μὲν οὕτως.
吕基诺斯而我的做法也是如此。
Σωκράτης δὲ ὁ ἀπὸ Μόψου, ᾧ συνεγενόμην ἐν Αἰγύπτῳ, τὰ τοιαῦτα ἔλεγεν ἀνεπαχθῶς καὶ οὐκ ἤλεγχε τὸν ἁμαρτάνοντα.
但我曾在埃及结识的莫普索斯的苏格拉底,在说这些话时却不带恶意,也从不直接指责犯错的人。
πρὸς μέντοι γε τὸν ἐρωτήσαντα πηνίκα ἔξεισι;
确实,对于问“他什么时候出去?
Τίς γὰρ ἄν, ἔφη, ἀποκριθείη σοι περὶ τῆς τήμερον ὡς ἐξιών;
”的人,他回答说:“因为谁会关于今天的事,像个要出去的人一样回答你呢?
ἑτέρου δὲ φήσαντος, Ἱκανὰ ἔχω τὰ πατρῷα, Πῶς φής;
”当另一个人说“我有足够的祖产”时,他说:“你怎么说?
εἶπε· τέθνηκε γὰρ ὁ πατήρ σοι;
因为你的父亲去世了吗?
ἄλλου δὲ αὖθις λέγοντος, Πατριώτης ἔστι μοι· Ἐλάνθανες ἄρα ἡμᾶς, ἔφη, βάρβαρος ὤν.
”当另一个人又说“我有一个同乡”时,他说:“那么我们之前都不知道,你竟是个野蛮人。
ἄλλου δὲ εἰπόντος, Ὁ δεῖνά ἐστι μεθύσης, Μητρός, εἶπεν, ἢ πῶς λέγεις;
”当另一个人说“某某是个女酒鬼”时,他说:“他的母亲吗,还是你怎么说?
ἑτέρου δὲ ἐκλελογχότας, Διπλασιάζεις, ἔφη, τοὺς ἐξειληχότας.
”当另一个人在谈到那些中签的人时说 “eklelogchotas”时,他说:“你把那些中签的人翻了一倍。
εἰπόντος δέ τινος, Λῆμμα πάρεστιν αὐτῷ, διὰ τῶν δύο μ, Οὐκοῦν, ἔφη, λήψεται, εἰ λῆμμα αὐτῷ πάρεστιν.
”当有人说“他有得益”,故意带有两个m时,他说:“那么,如果他有得益,他就会得到。
ἑτέρου δὲ εἰπόντος, Πρόσεισιν ὁ μεῖραξ οὑμὸς φίλος, Ἔπειτα, ἔφη, λοιδορεῖς φίλον ὄντα;
”当另一个人说“我的朋友,那个年轻人(女)过来了”时,他说:“那么,你是在侮辱一个身为朋友的人吗?
πρὸς δὲ τὸν εἰπόντα, Δεδίττομαι τὸν ἄνδρα καὶ φεύγω, Σύ, ἔφη, καὶ ὅταν τινὰ εὐλαβηθῇς, διώξῃ.
”对于说“我吓唬那个人然后逃跑”的人,他说:“你即使在害怕某人的时候,也会去追赶他吧。
ἄλλου δὲ εἰπόντος, Τῶν φίλων ὁ κορυφαιότατος, Χάριέν γε, ἔφη, τὸ τῆς κορυφῆς ποιεῖν τι ἐπάνω.
”当另一个人说“朋友中最顶尖的”时,他说:“真是巧妙啊,在顶点之上再建些什么。
καὶ ἐξορμῶ δέ τινος εἰπόντος, Καὶ τίς ἐστιν, εἶπεν, ὃν ἐξορμᾷς;
”当有人说“而我出发”时,他说:“那么他是谁,你所驱策的那个人?
ἐξ ἐπιπολῆς δέ τινος εἰπόντος, Ἐκ τῆς ἐπιπολῆς εἶπεν, ὡς ἐκ τῆς πιθάκνης.
”当有人说“从表面上”时,他说:“从‘这个’表面,就像从‘这个’大瓮里一样。
λέγοντος δέ τινος Συνετάξατό μοι, Καὶ λόχον δέ, ἔφη, Ξενοφῶν εἶπε συνετάξατο.
”当有人说“他与我约好了”时,他说:“而色诺芬确实说过,他部署了一个连队。
ἄλλου δὲ εἰπόντος, Περιέστην αὐτὸν ὥστε λαθεῖν, Θαυμαστόν, ἔφη, εἰ εἷς ὤν περιέστης τὸν ἕνα.
”当另一个人说“我包围了他,好不让他发现”时,他说:“奇妙啊,如果你只有一个人,却包围了那一个人。
ἑτέρου δὲ λέγοντος, Συνεκρίνετο αὐτῷ, Καὶ διεκρίνετο πάντως, εἶπεν.
”当另一个人说“他与他相比”时,他说:“而他无论如何都被分开了。
§6Λυκῖνος εἰώθει δὲ καὶ πρὸς τοὺς σολοικίζοντας Ἀττικῶς παίζειν ἀνεπαχθῶς·
” 吕基诺斯他也习惯于用雅典式的方式幽默地对待那些犯语法错误的人,而不带恶意。
πρὸς γοῦν τὸν εἰπόντα, Νῶϊ τοῦτο δοκεῖ, Σύ, ἔφη, καὶ νῶϊν ἐρεῖς ὡς ἁμαρτάνομεν.
例如,对于说“我们俩觉得如此”的人,他说:“你也会说‘我们俩’,就好像我们在犯错一样。
ἑτέρου δὲ σπουδῇ διηγουμένου τι τῶν ἐπιχωρίων καὶ εἰπόντος, Ἡ δὲ τῷ Ἡρακλεῖ μιχθεῖσα, Οὐκ ἄρα, ἔφη, ὁ Ἡρακλῆς ἐμίχθη αὐτῇ;
”当另一个人热心地讲述某个地方故事并说“而她与赫拉克勒斯交合(被动)”时,他说:“那么,赫拉克勒斯就没有与她交合吗?
καρῆναι δέ τινος εἰπόντος ὡς δέοιτο, Τί γάρ, ἔφη, σοὶ δεινὸν εἴργασται καὶ ἄξιον ἀτιμίας;
”当有人说需要剃发(被动)时,他说:“因为你做了什么可怕的、值得耻辱的事吗?
καὶ ζυγομαχεῖν δέ τινος εἰπόντος, Πρὸς τὸν ἐχθρόν, εἶπε, ζυγομαχεῖς;
”当有人说“并肩争吵”时,他说:“你是在跟敌人并肩争吵吗?
ἑτέρου δὲ εἰπόντος βασανίζεσθαι τὸν παῖδα αὐτῷ νοσοῦντα, Ἐπὶ τῷ, ἔφη, ἢ τί βουλομένου τοῦ βασανίζοντος;
”当另一个人说他生病的仆人正在受折磨(拷问)时,“为了什么,”他说,“或者那拷问者想要什么?
προκόπτει δέ τινος εἰπόντος ἐν τοῖς μαθήμασιν, Ὁ δὲ Πλάτων, ἔφη, τοῦτο ἐπιδιδόναι καλεῖ.
” 当有人说他在学业上“有进步”时,他说:“但柏拉图把这叫做‘增进’。
ἐρομένου δέ τινος εἰ μελετήσει ὁ δεῖνα, Πῶς οὖν, ἔφη, ἐμὲ ἐρωτῶν εἰ μελετήσομαι, λέγεις ὅτι ὁ δεῖνα;
”当有人问某某是否会练习时,“那么,”他说, “你既然问我我是否会练习,又怎么说是某某呢?
§7Λυκῖνος ἀττικίζοντος δέ τινος καὶ τεθνήξει εἰπόντος ἐπὶ τοῦ τρίτου, Βέλτιον, ἔφη, καὶ ἐνταῦθα μὴ ἀττικίζειν καταρώμενον.
” 吕基诺斯当某人模仿雅典方言,对第三人称说“他将死掉”时,他说:“最好在诅咒的时候,也不要在这里模仿雅典方言。
καὶ πρὸς τὸν εἰπόντα δὲ στοχάζομαι αὐτοῦ ἐπὶ τοῦ φείδομαι αὐτοῦ, Μή τι, ἔφη, διήμαρτες βαλών;
”对于用“我瞄准他”来表示“我宽容他”的人,他说:“难道你投掷了却没中吗?
ἀφιστᾶν δέ τινος εἰπόντος καὶ ἑτέρου ἀφιστάνειν, Ἄμφω μέν, ἔφη, οὐκ οἶδα.
”当有人说“移开”而另一个人说“移开”时,他说:“这两种形式,我都不认得。
πρὸς δὲ τὸν λέγοντα πλὴτ εἰ μή, Ταῦτα, ἔφη, διπλᾶ χαρίζῃ.
”对于说“除非如果不”的人,他说:“这些东西,你给了双份。
καὶ χρᾶσθαι δέ τινος εἰπόντος, Ψευδαττικόν, κόν, ἔφη, τὸ ῥῆμα.
”当有人说“使用”时,他说:“‘伪雅典式’,这个词。
τῷ δὲ λέγοντι ἔκτοτε, Καλόν, ἔφη, τὸ εἰπεῖν ἐκπέρυσι, ὁ γὰρ Πλάτων ἐς τότε λέγει.
”对于说“自那时起”的人,“说‘自前年起’,”他说, “很好。 因为柏拉图说‘到那时’。
τῷ δὲ ἰδού ἐπὶ τοῦ ἰδέ χρωμένου τινός, Ἕτερα ἀνθ’ ἑτέρων, ἔφη, σημαίνεις.
”对于用“看啊”代替“看”的人,他说:“你用一个词表示了另一个词的意思。
ἀντιλαμβάνομαι δὲ ἐπὶ τοῦ συνίημι λέγοντός τινος, θαυμάζειν ἔφη πῶς ἀντιποιούμενος τοῦ λέγοντος φὴς μὴ ἀντιποιεῖσθαι.
”对于用“我领会”来表示“我理解”的人,他说,他感到奇怪,“你既然在争夺说话者的话,怎么又说不争夺呢?
βράδιον δέ τινος εἰπόντος, Οὐκ ἔστιν, ἔφη, ὅμοιον τῷ τάχιον.
” 当有人说“更慢”时,他说:“这跟‘更快’可不一样。
βαρεῖν δέ τινος εἰπόντος, Οὐκ ἔστιν, ἔφη, τὸ βαρύνειν, ὡς νενόμικας.
”当有人说“使沉重”时,他说:“这可不是你以为的那个‘使沉重’。
λέλογχα δὲ τὸ τὸ εἴληχα λέγοντος, Ὀλίγον, ἔφη, καὶ παρ’ οἷς ἁμαρτάνεται.
”对于用“我得到了(lelogcha)”代替“我得到了(eilecha)”的人,“这,”他说,“即使在犯错的人当中也很少见。
ἵπτασθαι δὲ ἐπὶ τοῦ πέτεσθαι πολλῶν λεγόντων, Ὅτι μὲν ἀπὸ τῆς πτήσεως τὸ ὄνομα, σαφῶς ἴσμεν.
”当许多人用“飞”来代替“飞”时,“我们清楚地知道,这个名称确实源于‘飞行’。
περιστερὸν δέ τινος εἰπόντος ὡς δὴ Ἀττικόν, Καὶ τὸν φάττον ἐροῦμεν, ἔφη.
”当有人像说雅典方言一样说“公鸽”时,他说:“那我们也要叫林鸽‘phattos’(阳性)了。
φακὸν δέ τινος εἰπόντος ἐδηδοκέναι, Καὶ πῶς ἄν, ἔφη, φακόν τις φάγοι;
”当有人说自己吃了扁豆时,“怎么会有人,”他说,“去吃一颗扁豆呢?
ταῦτα μὲν τὰ Σωκράτεια.
”以上就是关于苏格拉底的事。

词汇与语法注释

  1. v.2.p.562μεθύσης — 在雅典方言中,μεθύσης(酒鬼)是一个女性名词。将其用于男性主语会导致语法上的性不一致,因此苏格拉底嘲讽地问是不是“他的母亲”是酒鬼。
  2. v.2.p.570μελετήσει — 提问者使用 μελετήσει 作为 μελετάω 的第三人称单数主动将来时(他将练习)。苏格拉底故意将其解释为同音的第二人称单数中被动将来时 μελετήσει(你将练习),从而开玩笑说动词形式与第三人称主语不符。

引用这一段

琉善, 语法失误者 §5-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg070.humanitext-grc2:5-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。