§1Λυκῖνος
Ἆρά γε ὁ γνῶναι τὸν σολοικίζοντα δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός;
吕基诺斯一个善于看出别人犯语法错误的人,难道不能防备自己犯语法错误吗?
Σολοικιστής
Ἐμοὶ μὲν δοκεῖ.
文法学家在我看来是这样的。
Λυκῖνος
Ὁ δέ γε μὴ φυλάξασθαι οὐδὲ γνῶναι τὸν οὕτως ἔχοντα;
吕基诺斯那么,不能防备自己的人,也无法看出处于这种状态的人吗?
Σολοικιστής
Ἀληθῆ λὲγεις.
文法学家你说得对。
Λυκῖνος
Σὺ δὲ αὐτὸς φὴς οὐ σολοικίζειν, ἢ πῶς λέγωμεν περὶ σοῦ;
吕基诺斯而你自称不犯语法错误,还是我们该怎么说你呢?
Σολοικιστής
Ἀπαίδευτος γὰρ ἂν εἴην, εἰ σολοικίζοιμι τηλικοῦτος ὤν.
文法学家如果我到了这个年纪还犯语法错误,那我就太没教养了。
Λυκῖνος
Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον;
吕基诺斯因此,你也能够发现别人这样做,并驳倒否认的人吗?
Σολοικιστής
Παντάπασί γε.
文法学家完全如此。
Λυκῖνος
Ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ σολοικιῶ.
吕基诺斯来吧,现在来抓住我犯语法错误,我马上就要犯一个。
Σολοικιστής
Οὐκοῦν εἰπέ.
文法学家那请说吧。
Λυκῖνος
Ἀλλ’ ἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ οὐκ ἐπέγνως.
吕基诺斯但我已经做完了这件可怕的事,而你却没有发觉。
Σολοικιστής
Παίζεις ἔχων;
文法学家你在开玩笑吗?
Λυκῖνος
Μὰ τοὺς θεούς· ἐπεὶ σολοικίσας ἔλαθόν σε ὡς οὐκ ἐπιστάμενού.
吕基诺斯誓以神明,绝非如此;因为我犯了语法错误,而你因为无知而未能察觉。
αὖθις δὲ σκόπει· οὐ γάρ σέ φημι δύνασθαι κατανοῆσαι, ἐπεὶ ἃ μέν οἶσθ̓, ἃ δ’ οὐκ οἶσθα.
再观察一次吧;因为我说你无法理解,因为有些事你知道,有些事你却不知道。
Σολοικιστής
Εἰπὲ μόνον.
文法学家尽管说吧。
Λυκῖνος
Ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δ’ οὐκ ἔγνως.
吕基诺斯但即使现在,我也已经犯了语法错误,你却没有发现。
Σολοικιστής
Πῶς γάρ, σοῦ μηδὲν λέγοντος;
文法学家怎么会呢,你什么都没说?
Λυκῖνος
Ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δ’ οὐχ ἕπῃ τοῦτο δρῶντι· ἐπεὶ ὄφελον καὶ νῦν ἀκολουθῆσαι δυνήσῃ.
吕基诺斯我正在说话并犯语法错误,你却没有跟上这样做的我;然而,但愿你现在能够跟上。
§2Σολοικιστής
Θαυμαστὰ λέγεις, εἰ μὴ δυνήσομαι καταμαθεῖν σολοικισμόν.
文法学家如果你说我无法察觉语法错误,这真是奇闻。
Λυκῖνος
Καὶ πῶς ἂν δύναιο τὸν ἕνα μαθεῖν τοὺς τρεῖς ἀγνοήσας;
吕基诺斯如果你连那三个都不知道,又怎么能理解这一个呢?
Σολοικιστής
Τίνας τρεῖς;
文法学家哪三个?
Λυκῖνος
Ὅλους ἀρτιγενείους.
吕基诺斯全都是刚生出来的。
Σολοικιστής
Ἐγὼ μέν σε παίζειν δοκῶ.
文法学家我觉得你是在开玩笑。
Λυκῖνος
Ἐγὼ δέ σε ἀγνοεῖν τὸν ἁμαρτάνοντα ἐν τοῖς λόγοις.
吕基诺斯而我认为你没有察觉到在言语中犯错的人。
Σολοικιστής
Καὶ πῶς ἄν τις μάθοι μηδενὸς εἰρημένου;
文法学家可是什么都没有说,人又怎么能察觉呢?
Λυκῖνος
Λέλεκται καὶ σεσολοίκισται τετραπλῇ, σὺ δ᾽ οὐκ ἔγνως.
吕基诺斯已经说了,而且犯了四重语法错误,你却不知道。
μέγα οὖν ἆθλον κατέπραξας ἄν, εἴπερ ἔγνως.
如果你知道了,你就赢得了一项伟大的奖赏。
Σολοικιστής
Οὐ μέγα μέν, ἀναγκαῖον δὲ τῷ ὁμολογήσαντι.
文法学家虽不伟大,但对做出承诺的人来说是必要的。
Λυκῖνος
Ἀλλ’ οὐδὲ νῦν ἔγνως.
吕基诺斯但你现在还是没有发现。
Σολοικιστής
Πότε νῦν;
文法学家现在是什么时候?
Λυκῖνος
Ὅτε τὸ ἆθλον ἔφην σε καταπρᾶξαι.
吕基诺斯就是我说你赢得了奖赏的时候。
Σολοικιστής
Οὐκ οἶδα ὅ τι λέγεις.
文法学家我不知道你在说什么。
Λυκῖνος
Ὀρθῶς ἔφης· οὐ γὰρ οἶσθα.
吕基诺斯你说得对,因为你确实不知道。
καὶ προϊθί γε ἐς τὸ ἔμπροσθεν· οὐ γὰρ ἐθέλεις ἕπεσθαι, συνήσων ἄν, εἴπερ ἐθελήσειας.
再往前走吧;因为你不想跟上,如果你想的话,你本可以理解的。
§3Σολοικιστής
Ἀλλ’ ἐγὼ βούλομαι· σὺ δ’ οὐδὲν εἶπας ὧν ἄνθρωποι σολοικίζοντες λέγουσι.
文法学家但我确实想;可你没有说任何犯语法错误的人会说的话。
Λυκῖνος
Τὸ γὰρ νῦν ῥηθὲν μικρόν τί σοι φαίνεται κακὸν εἶναι;
吕基诺斯难道刚才说的话在你看来是一个微不足道的错误吗?
ὅμως δὲ ἀκολούθησον αὖθις, ἐπεὶ οὐκ ἔμαθες ἐκδραμόντα.
不过,再次跟上来吧,因为你没有注意到它跑掉了。
Σολοικιστής
Μὰ τοὺς θεοὺς οὐκ ἔγωγε.
文法学家誓以神明,我确实没有。
Λυκῖνος
Ἀλλὰ μὴν μεθῆκα θεῖν λαγὼ ταχέως.
吕基诺斯但我确实放出了一只跑得快的野兔。
ἆρα παρῇξεν;
它跑过去了吗?
ἀλλὰ καὶ νῦν ἔξεστιν ἰδεῖν τὸν λαγώ· εἰ δὲ μή, πολλοὶ γενόμενοι λαγῲ λήσουσί σε ἐν σολοικισμῷ πεσόντες.
但即使现在,也可以看到这只野兔;否则,许多野兔将会落入语法错误中,从而避过你的注意。
Σολοικιστής
Οὐ λήσουσι.
文法学家它们避不过。
Λυκῖνος
Καὶ μὴν ἔλαθόν γε.
吕基诺斯可它们确实避过了。
Σολοικιστής
Θαυμαστὰ λέγεις.
文法学家你说得真奇怪。
Λυκῖνος
Σὺ δὲ ὑπὸ τῆς ἄγαν παιδείας διέφθορας, ὥστε μηδ’ αὐτὸ τοῦτο σολοικίζοντας κατανοῆσαι· οὐ γὰρ πρός2εστιν αὐτῷ τὸ τίνα.
吕基诺斯你因过度的教养而毁了自己,以至于你甚至无法理解这件正在犯语法错误的事;因为在它上面并没有附带“谁”这个词。
§4Σολοικιστής
Ταῦτα μὲν οὐκ οἶδα πῶς λέγεις· ἐγὼ δὲ πολλοὺς ἤδη σολοικίζοντας κατενόησα.
文法学家我不知道你这是什么意思;但我已经看出过许多犯语法错误的人。
Λυκῖνος
Κἀμὲ τοίνυν εἴσῃ τότε, ὅταν τι τῶν παιδίων γένῃ τῶν τὰς τίτθας θηλαζόντων.
吕基诺斯那么当你看上去像一个吮吸奶妈乳汁的婴儿时,你就会认出我了。
ἢ εἰ οὐ νῦν ἔγνως σολοικίζοντά με, οὐδὲ αὐξάνοντα παιδία σολοικισμὸν ποιήσει τῷ μηδὲν εἰδότι.
或者如果你现在没有看出我犯了语法错误,那么成长的孩子们也不会对一个一无所知的人表现出语法错误。
Σολοικιστής
Ἀληθῆ λέγεις.
文法学家你说得对。
Λυκῖνος
Καὶ μὴν εἰ ταῦτα ἀγνοήσομεν, οὐδὲν γνωσόμεθα τῶν ἑαυτῶν, ἐπεὶ καὶ τόδε σολοικισθὲν ἀπέφυγέ σε.
吕基诺斯而且,如果我们对这些一无所知,我们将对自己的事一无所获,因为这个语法错误也避过了你。
μὴ τοίνυν ἔτι λέγειν, ὡς ἱκανὸς εἶ κατιδεῖν τὸν σολοικίζοντα, καὶ αὐτὸς μὴ σολοικίζειν.
因此,不要再指望说,你能够看清犯语法错误的人,并且你自己不犯语法错误了。