Humanitext Reader

琉善 · 妓女对话录 §8.1-8.3

阿姆培丽论激起情人嫉妒的重要性

第 8 段,共 17 段 · 希腊语

内容简介

娼妓阿姆培丽向克吕西斯解释了激起嫉妒心对于维持情人热情的至关重要性,并分享了她自己与债主德莫凡托斯的往事。

§8.1ΑΜΠΕΛΙΣ Ὅστις δέ, ὦ Χρυσί, μήτε ζηλοτυπεῖ μήτε ὀργίζεται μήτε ἐρράπισέ ποτε ἢ περιέκειρεν ἢ τὰ ἱμάτια περιέσχισεν, ἔτι ἐραστὴς ἐκεῖνός ἐστιν;
ΑΜΠΕΛΙΣ 但是,克吕西斯,如果一个男人既不嫉妒,也不生气,从未打过你,未剪过你的头发,也未撕裂过你的衣服,那他还能算是个情人吗?
ΧΡΥΣΙΣ Οὐκοῦν ταῦτα μόνα ἐρῶντος, ὦ Ἀμπελί, δείγματα;
ΧΡΥΣΙΣ 那么,安培丽,难道这些就是一个恋人的唯一证据吗?
ΑΜΠΕΛΙΣ Ναί, ταῦτ' ἀνδρὸς θερμοῦ·
ΑΜΠΕΛΙΣ 是的,这是一个热烈男人的证据。
ἐπεὶ τἆλλα, φιλήματα καὶ δάκρυα καὶ ὅρκοι καὶ τὸ πολλάκις ἥκειν ἀρχομένου ἔρωτος σημεῖον καὶ φυομένου ἔτι· τὸ δὲ πῦρ ὅλον ἐκ τῆς ζηλοτυπίας ἐστίν.
至于其他的事情——亲吻、眼泪、誓言以及频繁的拜访——都是爱情开始、仍在萌芽时的迹象;而爱情全部的烈火则源于嫉妒。
ὥστε εἰ καὶ σέ, ὡς φῄς, ὁ Γοργίας ῥαπίζει καὶ ζηλοτυπεῖ, χρηστὰ ἔλπιζε καὶ εὔχου ἀεὶ τὰ αὐτὰ ποιεῖν.
因此,正如你所说,如果戈尔吉亚斯打你并嫉妒你,那你就抱有好的希望吧,并祈祷他总是这样做。
ΧΡΥΣΙΣ Τὰ αὐτά;
ΧΡΥΣΙΣ 总是这样做?
τί λέγεις;
你这是什么意思?
ἀεὶ ῥαπίζειν με;
总是打我吗?
ΑΜΠΕΛΙΣ Οὐχί, ἀλλ’ ἀνιᾶσθαι, εἰ μὴ πρὸς μόνον αὐτὸν βλέποις, ἐπεὶ εἰ μὴ ἐρᾷ γε, τί ἂν ὀργίζοιτο, εἰ σύ τινα ἕτερον ἐραστὴν ἔχεις;
ΑΜΠΕΛΙΣ 不,是说如果你不单单注视着他,他就会感到痛苦。 因为如果他不爱你,那么就算你有了别的情人,他又何必生气呢?
ΧΡΥΣΙΣ Ἀλλ' οὐδὲ ἔχω ἔγωγε·
ΧΡΥΣΙΣ 但我根本没有别人。
ὁ δὲ μάτην ὑπέλαβε τὸν πλούσιόν μου ἐρᾶν, διότι ἄλλως ἐμνημόνευσά ποτε αὐτοῦ.
他只是瞎猜那个有钱人爱我,因为我碰巧在别的时候提到了他。
§8.2ΑΜΠΕΛΙΣ Καὶ τοῦτο ἡδὺ τὸ ὑπὸ πλουσίων οἴεσθαι σπουδάζεσθαί σε·
ΑΜΠΕΛΙΣ 这也挺不错的,让他以为你正被富人们追求。
οὕτω γὰρ ἀνιάσεται μᾶλλον καὶ φιλοτιμήσεται, ὡς μὴ ὑπερβάλοιντο αὐτὸν οἱ ἀντερασταί.
因为这样他会更加痛苦,并且会争强好胜,以免被他的情敌们超越。
ΧΡΥΣΙΣ Καὶ μὴν οὗτός γε μόνον ὀργίζεται καὶ ῥαπίζει, δίδωσι δὲ οὐδέν.
ΧΡΥΣΙΣ 可是,他真的只会生气和打我,却什么也不给。
ΑΜΠΕΛΙΣ Ἀλλὰ δώσει—ζηλοτυπεῖ γάρ—καὶ μάλιστα ἢν λυπῇς αὐτόν.
ΑΜΠΕΛΙΣ 但他会给的——因为他嫉妒——特别是在你让他难过的时候。
ΧΡΥΣΙΣ Οὐκ οἶδ’ ὅπως ῥαπίσματα λαμβάνειν βούλει με, ὦ Ἀμπελίδιον.
ΧΡΥΣΙΣ 我不知道你为什么想让我挨打,小安培丽。
ΑΜΠΕΛΙΣ Οὔκ, ἀλλ’, ὡς οἶμαι, οὕτως οἱ μεγάλοι ἔρωτες γίγνονται, καὶ εἰ πείθοιντο ἀμελεῖσθαι, εἰ δὲ πιστεύσαι μόνος ἔχειν, ἀπομαραίνεταί πως ἡ ἐπιθυμία.
ΑΜΠΕΛΙΣ 不,我是觉得,伟大的爱情往往就是这样产生的,如果他们相信自己被冷落了。 但如果一个男人相信自己独占了你,他的欲望就会不知不觉地消退。
ταῦτα λέγω πρὸς σὲ εἴκοσιν ὅλοις ἔτεσιν ἑταιρήσασα, σὺ δὲ ὀκτωκαιδεκαέτις, οἶμαι, ἢ ἔλαττον οὖσα τυγχάνεις.
我对你说这些,是因为我已经做了整整二十年的娼妓,而你大概只有十八岁,或者更年轻。
εἰ βούλει δέ, καὶ διηγήσομαι ἃ ἔπαθόν ποτε οὐ πάνυ πρὸ πολλῶν ἐτῶν·
如果你愿意,我可以给你讲讲我几年前的一段经历。
ἤρα μου Δημόφαντος ὁ δανειστὴς ὁ κατόπιν οἰκῶν τῆς Ποικίλης.
住在彩色回廊后面的债主德莫凡托斯曾爱过我。
οὗτος οὐδεπώποτε πλέον πέντε δραχμῶν δέδωκε καὶ ἠξίου δεσπότης εἶναι.
这家伙从未给过我超过五德拉克马,却还妄想当我的主人。
ἤρα δέ, ὦ Χρυσί, ἐπιπόλαιόν τινα ἔρωτα οὔτε ὑποστένων οὔτε δακρύων οὔτε ἀωρὶ παραγιγνόμενος ἐπὶ τὰς θύρας, ἀλλ’ αὐτὸ μόνον συνεκάθευδέ μοι ἐνίοτε, καὶ τοῦτο διὰ μακροῦ.
克吕西斯,他的爱只是浮于表面,既不叹气,也不流泪,更不在深更半夜找上门来,只是偶尔和我睡在一起,而且隔了很久才一次。
§8.3ἐπειδὴ δὲ ἐλθόντα ποτὲ ἀπέκλεισα—Καλλίδης γὰρ ὁ γραφεὺς ἔνδον ἦν δέκα δραχμὰς πεπομφώς—τὸ μὲν πρῶτον ἀπῆλθέ μοι λοιδορησάμενος·
可是有一次他来时,我把他关在门外——因为画家卡里德斯在里面,他预先送来了十德拉克马——起初他骂了我一通就走了。
ἐπεὶ δὲ πολλαὶ μὲν διῆλθον ἡμέραι, ἐγὼ δὲ οὐ προσέπεμπον, ὁ Καλλίδης δὲ ἔνδον ἦν, ὑποθερμαινόμενος ἤδη τότε ὁ Δημόφαντος καὶ αὐτὸς ἀναφλέγεται ἐς τὸ πρᾶγμα καὶ ἐπιστάς ποτε ἀνεῳγμένην τηρήσας τὴν θύραν ἔκλαεν, ἔτυπτεν, ἠπείλει φονεύσειν, περιερρήγνυε τὴν ἐσθῆτα, ἅπαντα ἐποίει, καὶ τέλος τάλαντον δοὺς μόνος εἶχεν ὀκτὼ ὅλους μῆνας.
但过了好几天,我既没有派人去叫他,而卡里德斯又一直在里面,德莫凡托斯渐渐热血沸腾,终于为这事而燃起了熊熊烈火。 有一天,他趁着门开着的时候闯了进来,哭泣、殴打、威胁要杀人、撕裂自己的衣服,使出了浑身解数。 最后,他给了一塔兰同,独占了我整整八个月。
ἡ γυνὴ δὲ αὐτοῦ πρὸς ἅπαντας ἔλεγεν ὡς ὑπὸ φαρμάκων ἐκμήναιμι αὐτόν.
他的妻子对所有人说,我是用药物使他发狂的。
τό δὲ ἦν ἄρα ζηλοτυπία τὸ φάρμακον.
但其实,那药就是嫉妒。
ὥστε, Χρυσί, καὶ σὺ χρῶ ἐπὶ τὸν Γοργίαν τῷ αὐτῷ φαρμάκῳ·
所以,克吕西斯,你对戈尔吉亚斯也用同样的药吧。
πλούσιος δὲ ὁ νεανίσκος ἔσται, ἤν τι ὁ πατὴρ αὐτοῦ πάθῃ.
只要他父亲出点什么事,这年轻人就会变得富有。

词汇与语法注释

  1. 8.1ἐρῶντος — 分词 ἐρῶντος(ἐράω“爱”的现在活动分词、阳性单数属格)在此作名词用,意为“恋爱中的人”,作为修饰 δείγματα(“证据”)的特征属格(或描绘性属格)发挥作用。
  2. 8.2εἰ πείθοιντο ἀμελεῖσθαι — 条件连词 εἰ 接希求语气 πείθοιντο(πείθω 的中被动语态,在此意为“相信、认为”)表示一般性或推测性的假设条件。被动现在不定式 ἀμελεῖσθαι 作为其补充不定式,表示“认为(自己)被冷落”。
  3. 8.3ὑποθερμαινόμενος ... ἀναφλέγεται — 分词 ὑποθερμαινόμενος(“逐渐发热”)是修饰主句主语 Δημόφαντος 的时间/推移状语分词,而 καὶ αὐτός(“他自己也”)则强调了其自发的变化。它们共同指向主动词 ἀναφλέγεται(“燃烧起来”),生动地描述了德莫凡托斯情感剧烈升温的过程。

引用这一段

琉善, 妓女对话录 §8.1-8.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg069.humanitext-grc3:8.1-8.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。