§8.1ΑΜΠΕΛΙΣ
Ὅστις δέ, ὦ Χρυσί, μήτε ζηλοτυπεῖ μήτε ὀργίζεται μήτε ἐρράπισέ ποτε ἢ περιέκειρεν ἢ τὰ ἱμάτια περιέσχισεν, ἔτι ἐραστὴς ἐκεῖνός ἐστιν;
ΑΜΠΕΛΙΣ だが、クリュシスよ、嫉妬もせず、怒りもせず、叩いたことも、髪を切ったことも、衣服を破いたこともないような男が、まだ愛人だと言えるだろうか。
ΧΡΥΣΙΣ
Οὐκοῦν ταῦτα μόνα ἐρῶντος, ὦ Ἀμπελί, δείγματα;
ΧΡΥΣΙΣ では、アンペリ、それらだけが愛している者の証拠なのですか?
ΑΜΠΕΛΙΣ
Ναί, ταῦτ' ἀνδρὸς θερμοῦ·
ΑΜΠΕΛΙΣ そうさ、熱烈な男の証拠だよ。
ἐπεὶ τἆλλα, φιλήματα καὶ δάκρυα καὶ ὅρκοι καὶ τὸ πολλάκις ἥκειν ἀρχομένου ἔρωτος σημεῖον καὶ φυομένου ἔτι·
なぜなら他のこと、口づけや涙や誓いや、頻繁に訪ねてくることなどは、恋の始まりであり、まだ芽生えつつある時の現れだからね。
τὸ δὲ πῦρ ὅλον ἐκ τῆς ζηλοτυπίας ἐστίν.
しかし、恋の炎の全体は嫉妬から生じるのだ。
ὥστε εἰ καὶ σέ, ὡς φῄς, ὁ Γοργίας ῥαπίζει καὶ ζηλοτυπεῖ, χρηστὰ ἔλπιζε καὶ εὔχου ἀεὶ τὰ αὐτὰ ποιεῖν.
だから、お前が言うように、もしゴルギアスがお前を叩き、嫉妬しているなら、良いことを期待して、彼がいつも同じようにすることを祈るのだね。
ΧΡΥΣΙΣ
Τὰ αὐτά;
ΧΡΥΣΙΣ 同じようにすること?
τί λέγεις;
何を言うの?
ἀεὶ ῥαπίζειν με;
いつも私を叩くこと?
ΑΜΠΕΛΙΣ
Οὐχί, ἀλλ’ ἀνιᾶσθαι, εἰ μὴ πρὸς μόνον αὐτὸν βλέποις, ἐπεὶ εἰ μὴ ἐρᾷ γε, τί ἂν ὀργίζοιτο, εἰ σύ τινα ἕτερον ἐραστὴν ἔχεις;
ΑΜΠΕΛΙΣ 違うよ、お前が彼だけを見つめないときに彼が苦しむことさ。 だって、もし愛していないのなら、お前に他の恋人がいるからとて、なぜ彼が怒るだろうか。
ΧΡΥΣΙΣ
Ἀλλ' οὐδὲ ἔχω ἔγωγε·
ΧΡΥΣΙΣ でも、私には他の人なんていないわ。
ὁ δὲ μάτην ὑπέλαβε τὸν πλούσιόν μου ἐρᾶν, διότι ἄλλως ἐμνημόνευσά ποτε αὐτοῦ.
彼はあの金持ちが私のことを愛していると勘違いしたのよ、私がただ別のことで彼のことを口にしただけなのに。
§8.2ΑΜΠΕΛΙΣ
Καὶ τοῦτο ἡδὺ τὸ ὑπὸ πλουσίων οἴεσθαι σπουδάζεσθαί σε·
ΑΜΠΕΛΙΣ それも好都合だよ、お前が金持ちたちから真剣に言い寄られていると彼に思わせることはね。
οὕτω γὰρ ἀνιάσεται μᾶλλον καὶ φιλοτιμήσεται, ὡς μὴ ὑπερβάλοιντο αὐτὸν οἱ ἀντερασταί.
そうすれば彼はもっと苦しみ、恋敵たちに負けまいと張り合うだろうから。
ΧΡΥΣΙΣ
Καὶ μὴν οὗτός γε μόνον ὀργίζεται καὶ ῥαπίζει, δίδωσι δὲ οὐδέν.
ΧΡΥΣΙΣ でもね、この人は怒って叩くだけで、何もくれないのよ。
ΑΜΠΕΛΙΣ
Ἀλλὰ δώσει—ζηλοτυπεῖ γάρ—καὶ μάλιστα ἢν λυπῇς αὐτόν.
ΑΜΠΕΛΙΣ いや、くれるようになるさ。 嫉妬しているのだからね。 特にお前が彼をじらすならね。
ΧΡΥΣΙΣ
Οὐκ οἶδ’ ὅπως ῥαπίσματα λαμβάνειν βούλει με, ὦ Ἀμπελίδιον.
ΧΡΥΣΙΣ どうしてお姉ちゃんが私に叩かれることを望むのか、わからないわ、アンペリディオン。
ΑΜΠΕΛΙΣ
Οὔκ, ἀλλ’, ὡς οἶμαι, οὕτως οἱ μεγάλοι ἔρωτες γίγνονται, καὶ εἰ πείθοιντο ἀμελεῖσθαι, εἰ δὲ πιστεύσαι μόνος ἔχειν, ἀπομαραίνεταί πως ἡ ἐπιθυμία.
ΑΜΠΕΛΙΣ そうじゃない、私の考えるところでは、偉大な恋というのはそのようにして生まれるのだ。 もし彼らが自分が軽んじられていると感じればね。 しかし、もし自分が独占していると信じ込んでしまえば、どういうわけか欲望は薄れていってしまう。
ταῦτα λέγω πρὸς σὲ εἴκοσιν ὅλοις ἔτεσιν ἑταιρήσασα, σὺ δὲ ὀκτωκαιδεκαέτις, οἶμαι, ἢ ἔλαττον οὖσα τυγχάνεις.
これをお前に言っているのは、私は丸20年もヘタイラをしてきたからで、お前はまだ18歳か、あるいはそれ以下だからだ。
εἰ βούλει δέ, καὶ διηγήσομαι ἃ ἔπαθόν ποτε οὐ πάνυ πρὸ πολλῶν ἐτῶν·
もしよければ、それほど遠くない昔に私が経験したことを話してあげよう。
ἤρα μου Δημόφαντος ὁ δανειστὴς ὁ κατόπιν οἰκῶν τῆς Ποικίλης.
ペイキレの裏手に住んでいた金貸しのデモパントスが私に恋していたのだ。
οὗτος οὐδεπώποτε πλέον πέντε δραχμῶν δέδωκε καὶ ἠξίου δεσπότης εἶναι.
この男は5ドラクマ以上くれたことがなく、それでいて主人顔をしようとしていた。
ἤρα δέ, ὦ Χρυσί, ἐπιπόλαιόν τινα ἔρωτα οὔτε ὑποστένων οὔτε δακρύων οὔτε ἀωρὶ παραγιγνόμενος ἐπὶ τὰς θύρας, ἀλλ’ αὐτὸ μόνον συνεκάθευδέ μοι ἐνίοτε, καὶ τοῦτο διὰ μακροῦ.
クリュシスよ、彼の愛はうわべだけのもので、ため息をつくこともなければ、涙を流すこともなく、夜遅くに戸口にやって来ることもなかった。 ただ、時々私と一緒に寝るだけで、それもたまにだった。
§8.3ἐπειδὴ δὲ ἐλθόντα ποτὲ ἀπέκλεισα—Καλλίδης γὰρ ὁ γραφεὺς ἔνδον ἦν δέκα δραχμὰς πεπομφώς—τὸ μὲν πρῶτον ἀπῆλθέ μοι λοιδορησάμενος·
しかしある時、彼がやって来たのに、私は彼を閉め出したのだ。 画家のカリデスが10ドラクマをあらかじめ送ってきて中にいたからだ。 最初は、彼は私を罵りながら立ち去った。
ἐπεὶ δὲ πολλαὶ μὲν διῆλθον ἡμέραι, ἐγὼ δὲ οὐ προσέπεμπον, ὁ Καλλίδης δὲ ἔνδον ἦν, ὑποθερμαινόμενος ἤδη τότε ὁ Δημόφαντος καὶ αὐτὸς ἀναφλέγεται ἐς τὸ πρᾶγμα καὶ ἐπιστάς ποτε ἀνεῳγμένην τηρήσας τὴν θύραν ἔκλαεν, ἔτυπτεν, ἠπείλει φονεύσειν, περιερρήγνυε τὴν ἐσθῆτα, ἅπαντα ἐποίει, καὶ τέλος τάλαντον δοὺς μόνος εἶχεν ὀκτὼ ὅλους μῆνας.
だが、何日も経ち、私が呼びにやらなず、カリデスが中にい続けたので、デモパントスは徐々に熱を帯び、ついにその一件に燃え上がった。 そしてある時、戸が開いているのを見計らって立ち入り、涙を流し、叩き、殺すと脅し、衣服を破り、ありとあらゆることをしたのだ。 そして最後には1タラントンを差し出して、丸8ヶ月間、私を独占した。
ἡ γυνὴ δὲ αὐτοῦ πρὸς ἅπαντας ἔλεγεν ὡς ὑπὸ φαρμάκων ἐκμήναιμι αὐτόν.
彼の妻は誰も彼もに向かって、私が惚れ薬で彼を狂わせたのだと言い散らしていた。
τό δὲ ἦν ἄρα ζηλοτυπία τὸ φάρμακον.
だが、その薬とはまさに嫉妬だったのだ。
ὥστε, Χρυσί, καὶ σὺ χρῶ ἐπὶ τὸν Γοργίαν τῷ αὐτῷ φαρμάκῳ·
だから、クリュシスよ、お前もゴルギアスに対して同じ薬を使うのだ。
πλούσιος δὲ ὁ νεανίσκος ἔσται, ἤν τι ὁ πατὴρ αὐτοῦ πάθῃ.
あの若者は、父親に万一のことがあれば、金持ちになるのだからね。