Humanitext Reader

琉善 · 妓女对话录 §7.1-7.4

母亲对穆萨里翁执着于穷恋人的训诫

第 7 段,共 17 段 · 希腊语

内容简介

母亲严厉而讽刺地规劝女儿穆萨里翁,指出她对一文不值的恋人查利亚斯的执念是愚蠢的,并将她与其他更聪明的妓女进行了对比。

§7.1ΜΗΤΗΡ Ἄν δ’ ἔτι τοιοῦτον ἐραστὴν εὕρωμεν, ὦ Μουσάριον, οἷος ὁ Χαιρέας ἐστί, θῦσαι μὲν τῇ πανδήμῳ δεήσει λευκὴν μηκάδα, τῇ οὐρανίᾳ δὲ τῇ ἐν κήποις δάμαλιν, στεφανῶσαι δὲ καὶ τὴν πλουτοδότειραν, καὶ ὅλως μακάριαι καὶ τρισευδαίμονες ἐσόμεθα.
母亲穆萨里翁,如果以后我们再找到像查利亚斯这样的情人,那我们可得给大众的阿佛洛狄忒献祭一只白牝山羊,给花园里的天之阿佛洛狄忒献祭一头小母牛,还要给财富的赐予者戴上花冠。 这样一来,我们可就真是幸福无比了。
νῦν ὁρᾷς παρὰ τοῦ νεανίσκου ἡλίκα λαμβάνομεν, ὃς ὀβολὸν μὲν οὐδέποτε σοι δέδωκεν, οὐκ ἐσθῆτα, οὐχ ὑποδήματα, οὐ μύρον, ἀλλὰ προφάσεις ἀεὶ καὶ ὑποσχέσεις καὶ μακραὶ ἐλπίδες καὶ πολὺ τό, ἐὰν ὁ πατὴρ. . . , καὶ κύριος γένωμαι τῶν πατρῴων, καὶ πάντα σά.
眼下你瞧瞧,我们从这青年身上得到了多少好处! 他从未给过你一个奥博尔,没有衣服,没有鞋子,没有香油,只有永远的借口、许诺和遥远的希望,还有那套老话:“等我父亲……一旦我继承了家产,一切就都是你的。
σὺ δὲ καὶ ὀμωμοκέναι αὐτὸν φῂς ὅτι νόμῳ γαμετὴν ποιήσεταί σε.
”可你居然还声称,他发过誓要依法娶你为妻。
ΜΟΥΣΑΡΙΟΝ Ὤμοσε γάρ, ὦ μῆτερ, κατὰ ταῖν θεοῖν καὶ τῆς Πολιάδος.
穆萨里翁可他真的发誓了,妈妈,是对着双女神和波利亚斯发誓的。
ΜΗΤΗΡ Καὶ πιστεύεις δηλαδή·
母亲你居然真的相信。
καὶ διὰ τοῦτο πρῴην οὐκ ἔχοντι αὐτῷ καταθεῖναι συμβολὴν τὸν δακτύλιον δέδωκας ἀγνοούσης ἐμοῦ, ὁ δὲ ἀποδόμενος κατέπιε, καὶ πάλιν τὰ δύο περιδέραια τὰ Ἰωνικά, ἕλκοντα ἑκάτερον δύο δαρεικούς, ἅ σοι ὁ Χῖος Πραξίας ὁ ναύκληρος ἐκόμισε ποιησάμενος ἐν Ἐφέσῳ· ἐδεῖτο γὰρ Χαιρέας ἔρανον συνεφήβοις ἀπενεγκεῖν.
正因如此,前几天他没钱付会费的时候,你背着我把戒指给了他,结果他卖掉换酒喝了。 还有那两条伊奥尼亚款式的项链,每条重达两个达里克金币,那是基奥斯的船主普拉克西亚斯在以弗所做好了送给你的——因为查利亚斯需要向同伴们缴纳会费。
ὀθόνας γὰρ καὶ χιτωνίσκους τί ἂν λέγοιμι;
至于那些亚麻布衣服和短褂,我又何必再提呢?
καὶ ὅλως ἕρμαιόν τι ἡμῖν καὶ μέγα ὄφελος ἐμπέπτωκεν οὗτος.
总之,我们可真是撞了大运,捡到了这么一个大便宜!
§7.2ΜΟΥΣΑΡΙΟΝ Ἀλλὰ καλὸς καὶ ἀγένειος, καὶ φησὶν ἐρᾶν καὶ δακρύει καὶ Δεινομάχης καὶ Λάχητος υἱός ἐστι τοῦ Ἀρεοπαγίτου καὶ φησὶν ἡμᾶς γαμήσειν καὶ μεγάλας ἐλπίδας ἔχομεν παρ' αὐτοῦ, ἢν ὁ γέρων μόνον καταμύσῃ.
穆萨里翁可是他长得俊美,还没长胡须,而且他说爱我,还落了泪,他又是阿雷奥帕谷斯议员拉刻斯和迪诺玛科的儿子,他说要娶我们,只要那老头子闭上眼,我们就能从他那儿得到巨大的希望。
ΜΗΤΗΡ Οὐκοῦν, ὦ Μουσάριον, ἐὰν ὑποδήσασθαι δέῃ, καὶ ὁ σκυτοτόμος αἰτῇ τὸ δίδραχμον, ἐροῦμεν πρὸς αὐτόν, Ἀργύριον μὲν οὐκ ἔχομεν, σὺ δὲ τῶν ἐλπίδων ὀλίγας παρ' ἡμῶν λαβέ·
母亲那么,穆萨里翁,如果需要穿鞋,而鞋匠来要那两德拉克马时,我们要对他说:“我们没有银钱,但你可以从我们的希望中拿走一点”吗?
καὶ πρὸς τὸν ἀλφιτοπώλην τὰ αὐτά·
对卖麦粉的也一样?
καὶ ἢν τὸ ἐνοίκιον αἰτώμεθα, Περίμεινον, φήσομεν, ἔστ' ἂν Λάχης ὁ Κολυττεὺς ἀποθάνῃ· ἀποδώσω γάρ σοι μετὰ τοὺς γάμους.
如果人家来催房租,我们要说:“再等一等,等到柯吕托斯区的拉刻斯死掉;因为婚礼后我会付给你的”?
οὐκ αἰσχύνῃ μόνη τῶν ἑταιρῶν οὐκ ἐλλόβιον οὐχ ὅρμον οὐ ταραντινίδιον ἔχουσα;
作为妓女中唯一一个连耳环、项链、塔兰托薄衫都没有的人,你难道不觉得羞耻吗?
§7.3ΜΟΥΣΑΡΙΟΝ Τί οὖν, ὦ μῆτερ;
穆萨里翁那又怎样,妈妈?
ἐκεῖναι εὐτυχέστεραί μου καὶ καλλίους εἰσίν;
她们难道比我更幸运、更漂亮吗?
ΜΗΤΗΡ Οὔκ, ἀλλὰ συνετώτεραι καὶ ἴσασιν ἑταιρίζειν, οὐδὲ πιστεύουσι ῥηματίοις καὶ νεανίσκοις ἐπ' ἄκρου τοῦ χείλους τοὺς ὅρκους ἔχουσι·
母亲不,但她们更聪明,懂得如何做娼妓,绝不相信甜言蜜语,也不相信那些把誓言挂在嘴边的年轻小伙子。
σὺ δὲ ἡ πιστὴ καὶ φίλανδρος οὐδὲ προσίῃ ἄλλον τινὰ ὅτι μὴ μόνον Χαιρέαν·
而你这个忠贞、痴情的姑娘,除了查利亚斯,谁也不愿接纳。
καὶ πρῴην μὲν ὅτε ὁ γεωργὸς ὁ Ἀχαρνεὺς ἧκε δύο μνᾶς κομίζων, ἀγένειος καὶ αὐτός—οἴνου δὲ τιμὴν ἀπειλήφει τοῦ πατρὸς πέμψαντος—σὺ δὲ ἐκεῖνον μὲν ἀπεμύκτισας, καθεύδεις δὲ μετὰ τοῦ Ἀδώνιδος Χαιρέου.
前几天,那个阿哈尔奈的农夫带着两米纳来找你,他自己也还没长胡子——他刚收到了他父亲送来卖掉的酒钱——可你却对他嗤之以鼻,只和你的阿多尼斯——查利亚斯同眠。
ΜΟΥΣΑΡΙΟΝ Τί οὖν;
穆萨里翁那又怎样?
ἐχρῆν Χαιρέαν καταλείψασαν παραδέξασθαι τὸν ἐργάτην ἐκεῖνον κινάβρας ἀπόζοντα;
难道我应该抛弃查利亚斯,去接待那个身上散发着山羊臊气的粗人吗?
λεῖός μοι, φασί, Χαιρέας καὶ χοιρίσκος Ἁχαρνεύς.
俗话说得好,“对我来说,查利亚斯是细皮嫩肉,而阿哈尔奈人不过是个泥猪。
ΜΗΤΗΡ Ἔστω· ἐκεῖνος ἀγροῖκος καὶ πονηρὸν ἀποπνεῖ.
” 母亲就算这样,他是个乡巴佬,身上有难闻的气味。
τί καὶ Ἀντιφῶντα τὸν Μενεκράτους μνᾶν ὑπισχνούμενον οὐδὲ τοῦτον ἐδέξω;
可为什么连梅内克拉特斯的儿子安提丰,那个许诺给一米纳的人,你也不肯接纳呢?
οὐ καλὸς ἦν καὶ ἀστικὸς καὶ ἡλικιώτης Χαιρέου;
难道不英俊、不时髦,而且和查利亚斯同岁吗?
§7.4ΜΟΥΣΑΡΙΟΝ Ἀλλ' ἠπείλησε Χαιρέας ἀποσφάξειν ἀμφοτέρους, εἰ λάβοι μέ ποτε μετ' αὐτοῦ.
穆萨里翁可是查利亚斯威胁说,要是他发现我和别人在一起,就把我们两个都宰了。
ΜΗΤΗΡ Πόσοι δὲ καὶ ἄλλοι ταῦτα ἀπειλοῦσιν;
母亲又有多少人也用这话来威胁过?
οὐκοῦν ἀνέραστος σὺ μενεῖς διὰ τοῦτο καὶ σωφρονήσεις καθάπερ οὐχ ἑταίρα, τῆς δὲ Θεσμοφόρου ἱέρειά τις οὖσα;
难道你就因为这个不接别的客人,像个贞洁女子一样,不当妓女而当什么特斯莫佛洛斯的祭司吗?
ἐῶ τἆλλα.
别的事我就不提了。
τήμερον Ἁλῶά ἐστι. τί δέ σοι δέδωκεν ἐς τὴν ἑορτήν;
今天是阿罗阿节,他为这节日送了你什么?
ΜΟΥΣΑΡΙΟΝ Οὐκ ἔχει, ὦ μαννάριον.
穆萨里翁他没有钱,妈妈。
ΜΗΤΗΡ Μόνος οὗτος οὐ τέχνην εὕρηκεν ἐπὶ τὸν πατέρα, οὐκ οἰκέτην καθῆκεν ἐξαπατήσοντα, οὐκ ἀπὸ τῆς μητρὸς ᾔτησεν ἀπειλήσας ἀποπλευσεῖσθαι στρατευσόμενος, εἰ μὴ λάβοι, ἀλλὰ κάθηται ἡμᾶς ἐπιτρίβων μήτε αὐτὸς διδοὺς μήτε παρὰ τῶν διδόντων ἐῶν λαμβάνειν;
母亲难道只有他一个人想不出对付父亲的妙计,没有派出奴隶去欺骗他,也没有向他母亲要钱——威胁说要是得不到钱就坐船去当兵? 反而只是坐在这里折磨我们,他自己什么都不给,也不让我们从给钱的人那里拿?
σὺ δὲ οἴει, ὦ Μουσάριον, ὀκτωκαίδεκα ἐτῶν ἀεὶ ἔσεσθαι;
穆萨里翁,你以为你永远都是十八岁吗?
ἢ τὰ αὐτὰ φρονήσειν Χαιρέαν, ὅταν πλουτῇ μὲν αὐτός, ἡ δὲ μήτηρ γάμον πολυτάλαντον ἐξεύρῃ αὐτῷ;
或者你以为查利亚斯一旦富有起来、他母亲又给他找了一个带丰厚嫁妆的亲事时,他还会像现在这样想吗?
μνησθήσεται ἔτι, οἴει, τότε τῶν δακρύων ἢ τῶν φιλημάτων ἢ τῶν ὅρκων πέντε ἴσως τάλαντα προικὸς βλέπων;
你以为他看着那说不定有五塔兰同的嫁妆时,还会记得曾经的眼泪、亲吻或誓言吗?
ΜΟΥΣΑΡΙΟΝ Μνησθήσεται ἐκεῖνος·
穆萨里翁他会记住的。
δεῖγμα δέ· οὐδὲ νῦν γεγάμηκεν, ἀλλὰ καταναγκαζόμενος καὶ βιαζόμενος ἠρνήσατο.
这就是证据:即使现在他也没有结婚,哪怕被逼迫和强求,他也拒绝了。
ΜΗΤΗΡ Γένοιτο μὴ ψεύδεσθαι.
母亲愿这不会成为谎言。
ἀναμνήσω δέ σε, ὦ Μουσάριον, τότε.
穆萨里翁,到时候我会提醒你的。

词汇与语法注释

  1. §7.1θῦσαι μὲν τῇ πανδήμῳ δεήσει λευκὴν μηκάδα — 非人称将来时动词 `δεήσει`(将必须)位于中间,支配其前后的宾格加不定式结构 `θῦσαι μὲν...`(献祭……)和 `στεφανῶσαι δὲ...`(给……戴花冠)。不定式的主语(宾格的“我们”)被省略。整句带有强烈的讽刺意味。
  2. p.v.7.p.396ὁ δὲ ἀποδόμενος κατέπιε — 动词 `κατέπιε`(καταπίνω“吞下”的单数第三人称不定过去时直陈式)在此处为口语和比喻用法,意为“(将财物)喝光、挥霍于饮酒”。与前面的分词 `ἀποδόμενος`(卖掉)连用,表示“卖掉戒指并将所得的钱用于喝酒挥霍”。
  3. p.v.7.p.396ἕλκοντα ἑκάτερον δύο δαρεικούς — 中性复数现在分词 `ἕλκοντα`(原形 ἕλκω“拉、引”)在此处借由拉下天平秤盘的意思,引申为“重达、分量为”。`ἑκάτερον`(每一个)为宾格,起副词性或同格作用,用以分别说明每条项链的重量。
  4. 297ἢν ὁ γέρων μόνον καταμύσῃ — 不定过去时虚拟式 `καταμύσῃ`(来自 καταμύω“闭眼”)是表示“死亡”的委婉说法。条件从句 `ἢν... καταμύσῃ` 加上限定副词 `μόνον`(只要),露骨地表达了对那老人一旦死去便可继承遗产的期待。
  5. 297λεῖός μοι, φασί, Χαιρέας καὶ χοιρίσκος Ἁχαρνεύς — 省略了系动词 `ἐστί` 的谚语性比较句。通过 `λεῖος`(光滑的,引申为都市化的、文雅的)与 `χοιρίσκος`(小猪,引申为多毛粗野的)的对照,对比了查利亚斯的俊美与阿哈尔奈农夫的粗俗。意为“对我来说,查利亚斯是文雅之士,而阿哈尔奈人只是个粗鄙的小猪”。
  6. p.v.7.p.400Μόνος οὗτος οὐ τέχνην εὕρηκεν... ἀλλὰ κάθηται ἡμᾶς ἐπιτρίβων — 主句动词 `κάθηται`(坐着、无所事事)与现在分词 `ἐπιτρίβων`(折磨、毁灭)连用。`κάθημαι` 加现在分词的结构不仅表示单纯的坐着,还带有指责的口吻,表示“无所事事地、或以令人厌烦的状态持续做某事”。

引用这一段

琉善, 妓女对话录 §7.1-7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg069.humanitext-grc3:7.1-7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。