Humanitext Reader

琉善 · 妓女对话录 §5.1-5.4

梅吉拉的密会与莱亚娜的坦白

第 5 段,共 17 段 · 希腊语

内容简介

克洛纳里翁向莱亚娜盘问她与莱斯博斯富家女梅吉拉之间的怪异传闻。莱亚娜透露,梅吉拉摘下假发显露出极具男子气概的短发,自称“梅吉洛斯”并表达了自己的男性认同与欲望,最终莱亚娜在她的恳求下与她发生了一段秘不可宣的亲密接触。

§5.1ΚΛΩΝΑΡΙΟΝ Καινὰ περὶ σοῦ ἀκούομεν, ὦ Λέαινα, τὴν Λεσβίαν Μέγιλλαν τὴν πλουσίαν ἐρᾶν σου ὥσπερ ἄνδρα καὶ συνεῖναι ὑμᾶς οὐκ οἶδ’ ὅ τι ποιούσας μετ' ἀλλήλων.
克洛纳里翁莱亚娜,我们听到了关于你的新鲜事,说莱斯博斯的那个富家女梅吉拉像男人一样爱着你,而且你们在一起,不知道在互相做些什么。
τί τοῦτο;
这是怎么回事?
ἠρυθρίασας;
你脸红了?
ἀλλ’ εἰπὲ εἰ ἀληθῆ ταῦτά ἐστιν.
快告诉我这事是不是真的。
ΛΕΑΙΝΑ Ἀληθῆ, ὦ Κλωνάριον·
莱亚娜是真的,克洛纳里翁。
αἰσχύνομαι δέ, ἀλλόκοτον γάρ τί ἐστι.
但我很羞愧,因为这是一件极其怪异的事。
ΚΛΩΝΑΡΙΟΝ Πρὸς τῆς κουροτρόφου τί τὸ πρᾶγμα, ἢ τί βούλεται ἡ γυνή;
克洛纳里翁凭着育儿女神的名义,这究竟是怎么回事,或者那女人想要什么?
τί δὲ καὶ πράττετε, ὅταν συνῆτε;
你们在一起的时候又在做些什么?
ὁρᾷς; οὐ φιλεῖς με· οὐ γὰρ ἂν ἀπεκρύπτου τὰ τοιαῦτα.
你瞧,你并不爱我;否则你就不会向我隐瞒这样的事情。
ΛΕΑΙΝΑ Φιλῶ μέν σε, εἰ καί τινα ἄλλην.
莱亚娜我是爱你的,不亚于爱任何别的人。
ἡ γυνὴ δὲ δεινῶς ἀνδρική ἐστιν.
但那女人实在是太像男人了。
§5.2ΚΛΩΝΑΡΙΟΝ Οὐ μανθάνω ὅ τι καὶ λέγεις, εἰ μή τις ἑταιρίστρια τυγχάνει οὖσα· τοιαύτας γὰρ ἐν Λέσβῳ λέγουσι γυναῖκας ἀρρενωπούς, ὑπ' ἀνδρῶν μὲν οὐκ ἐθελούσας αὐτὸ πάσχειν, γυναιξὶ δὲ αὐτὰς πλησιαζούσας ὥσπερ ἄνδρας.
克洛纳里翁我不明白你指的是什么,除非她碰巧是个“同性恋女伴”;因为人们说莱斯博斯有这样男气十足的女人,她们不愿让男人对自己做那件事,而是自己像男人一样去亲近女人。
ΛΕΑΙΝΑ Τοιοῦτόν τι.
莱亚娜就是那样的。
ΚΛΩΝΑΡΙΟΝ Οὐκοῦν, ὦ Λέαινα, τοῦτο αὐτὸ καὶ διήγησαι, ὅπως μὲν ἐπείρα τὸ πρῶτον, ὅπως δὲ καὶ σὺ συνεπείσθης καὶ τὰ μετὰ ταῦτα.
克洛纳里翁那么,莱亚娜,把这整件事都给我讲讲吧:她起初是如何试探你的,你又是如何被说服的,以及之后发生的事。
ΛΕΑΙΝΑ Πότον τινὰ συγκροτοῦσα αὐτή τε καὶ Δημώνασσα ἡ Κορινθία.
莱亚娜她自己和科林斯的德莫纳萨当时正举办一次酒宴。
πλουτοῦσα δὲ καὶ αὐτὴ καὶ ὁμότεχνος οὖσα τῇ Μεγίλλῃ, παρειλήφει κἀμὲ κιθαρίζειν αὐταῖς·
德莫纳萨也很富有,和梅吉拉是同行,她也邀请我去为她们弹奏齐特拉琴。
ἐπεὶ δὲ ἐκιθάρισα καὶ ἀωρὶ ἦν καὶ ἔδει καθεύδειν, καὶ ἐμέθυον, Ἄγε δή, ἔφη, ὦ Λέαινα, ἡ Μέγιλλα, κοιμᾶσθαι γὰρ ἤδη καλόν, ἐνταῦθα κάθευδε μεθ' ἡμῶν μέση ἀμφοτέρων.
当我弹完琴,夜已深该睡觉了,而我也有些醉意时,梅吉拉说:“来吧,莱亚娜,该睡觉了,你就睡在我和她中间,在我们两人当中吧。
ΚΛΩΝΑΡΙΟΝ Ἐκάθευδες;
” 克洛纳里翁你和她们一起睡了?
τὸ μετὰ ταῦτα τί ἐγένετο;
那之后发生了什么?
§5.3ΛΕΑΙΝΑ Ἐφίλουν με τὸ πρῶτον ὥσπερ οἱ ἄνδρες, οὐκ αὐτὸ μόνον προσαρμόζουσαι τὰ χείλη, ἀλλ’ ὑπανοίγουσαι τὸ στόμα, καὶ περιέβαλλον καὶ τοὺς μαστοὺς ἔθλιβον· ἡ Δημώνασσα δὲ καὶ ἔδακνε μεταξὺ καταφιλοῦσα·
莱亚娜她们起初像男人一样亲吻我,不仅是嘴唇相贴,还微微张开嘴,并且拥抱我,抚摸我的胸部;德莫纳萨在热吻的间隙还咬我。
ἐγὼ δὲ οὐκ εἶχον εἰκάσαι ὅ τι τὸ πρᾶγμα εἴη.
我无法想象这是怎么回事。
χρόνῳ δὲ ἡ Μέγιλλα ὑπόθερμος ἤδη οὖσα τὴν μὲν πηνήκην ἀφείλετο τῆς κεφαλῆς, ἐπέκειτο δὲ πάνυ ὁμοία καὶ προσφυής, καὶ ἐν χρῷ ὤφθη αὐτὴ καθάπερ οἱ σφόδρα ἀνδρώδεις τῶν ἀθλητῶν ἀποκεκαρμένη·
渐渐地,已经有些兴奋的梅吉拉把假发从头上摘了下来——假发戴在头上时显得非常自然贴合——她露出了紧贴头皮剪短的头发,就像那些极具男子气概的竞技运动员一样。
καὶ ἐγὼ ἐταράχθην ἰδοῦσα.
我看到后惊慌失措。
ἡ δέ, Ὦ Λέαινα, φησίν, ἑώρακας ἤδη οὕτω καλὸν νεανίσκον;
而她说道:“莱亚娜,你以前见过这么英俊的年轻人吗?
Ἀλλ' οὐχ ὁρῶ, ἔφην, ἐνταῦθα νεανίσκον, ὦ Μέγιλλα.
” “可是梅吉拉,我在这里没看到什么年轻人啊,”我说。
Μή καταθήλυνέ με, ἔφη, Μέγιλλος γὰρ ἐγὼ λέγομαι καὶ γεγάμηκα πρόπαλαι ταύτην τὴν Δημώνασσαν, καὶ ἔστιν ἐμὴ γυνή.
“不要贬低我的男子气概,”她说,“因为我名叫梅吉洛斯,很久以前就娶了这个德莫纳萨,她是我的妻子。
ἐγέλασα, ὦ Κλωνάριον, ἐπὶ τούτῳ καὶ ἔφην, Οὐκοῦν σύ, ὦ Μέγιλλε, ἀνήρ τις ὢν ἐλελήθεις ἡμᾶς, καθάπερ τὸν Ἀχιλλέα φασὶ κρυπτόμενον ἐν ταῖς παρθένοις, καὶ τὸ ἀνδρεῖον ἐκεῖνο ἔχεις καὶ ποιεῖς τὴν Δημώνασσαν ἅπερ οἱ ἄνδρες;
”克洛纳里翁,我听了这话笑了起来,说道:“这么说,梅吉洛斯,你是个男人,却一直瞒着我们,就像人们说阿喀琉斯藏在少女们中间那样,而且你拥有那男人的阳具,并对德莫纳萨做男人做的事吗?
Ἐκεῖνο μέν, ἔφη, ὦ Λέαινα, οὐκ ἔχω· δέομαι δὲ οὐδὲ πάνυ αὐτοῦ· ἴδιον δέ τινα τρόπον ἡδίω παρὰ πολὺ ὁμιλοῦντα ὄψει με.
”“莱亚娜,那个东西,”她说,“我并没有;而且我完全不需要它;但你会看到我用一种独特的、更为愉悦的方式与你亲热。
Ἀλλὰ μὴ Ἑρμαφρόδιτος εἶ, ἔφην, οἷοι πολλοὶ εἶναι λέγονται ἀμφότερα ἔχοντες;
”“那难道你是两性人吗,”我问,“就像人们常说的那种同时拥有男女两性特征的人?
ἔτι γὰρ ἠγνόουν, ὦ Κλωνάριον, τὸ πρᾶγμα.
”克洛纳里翁,因为当时我还不懂得这回事。
Οὔ, φησίν, ἀλλὰ τὸ πᾶν ἀνήρ εἰμι.
“不是,”她说,“但我完全是一个男人。
§5.4Ἤκουσα, ἔφην ἐγώ, τῆς Βοιωτίας αὐλητρίδος Ἰσμηνοδώρας διηγουμένης τὰ ἐφέστια παρ' αὐτοῖς, ὡς γένοιτό τις ἐν Θήβαις ἐκ γυναικὸς ἀνήρ, ὁ δ’ αὐτὸς καὶ μάντις ἄριστος, οἶμαι, Τειρεσίας τοὔνομα.
” “我听过,”我说,“波奥蒂亚的笛手伊斯美诺多拉讲过她们那里的家乡逸事,说在忒拜有一个人由女人变成了男人,而这同一人也是极好的预言家,我想他的名字叫提瑞西阿斯。
μὴ οὖν καὶ σὺ τοιοῦτόν τι πέπονθας;
难道你也遭遇了类似的事吗?
Οὔκουν, ὦ Λέαινα, ἔφη, ἀλλὰ ἐγεννήθην μὲν ὁμοία ταῖς ἄλλαις ὑμῖν, ἡ γνώμη δὲ καὶ ἡ ἐπιθυμία καὶ τἆλλα πάντα ἀνδρός ἐστί μοι.
”“那倒没有,莱亚娜,”她说,“我生来确实和你们其他女人一样,但我的心思、欲望以及其他一切都是男人的。
Καὶ ἱκανὴ γοῦν σοι, ἔφην, ἐπιθυμία;
” “那单凭欲望难道就够了吗? ”我问。
Πάρεχε γοῦν, ὦ Λέαινα, εἰ ἀπιστεῖς, ἔφη, καὶ γνώσῃ οὐδὲν ἐνδέουσάν με τῶν ἀνδρῶν· ἔχω γάρ τι ἀντὶ τοῦ ἀνδρείου.
“莱亚娜,如果你不信,就让我亲近一下吧,”她说,“你就会知道我一点都不比男人差;因为我有东西可以代替男人的阳具。
ἀλλὰ πάρεχε, ὄψει γάρ.
来吧,让我亲近,你会看到的。
παρέσχον, ὦ Κλωνάριον, ἱκετευούσης πολλὰ καὶ ὅρμον τινά μοι δούσης τῶν πολυτελῶν καὶ ὀθόνας τῶν λεπτῶν.
”克洛纳里翁,在她百般央求,并送了我一条昂贵的首饰和一些细麻衣服后,我妥协了。
εἶτ' ἐγὼ μὲν ὥσπερ ἄνδρα περιελάμβανον, ἡ δὲ ἐποίει τε καὶ ἐφίλει καὶ ἤσθμαινε καὶ ἐδόκει μοι ἐς ὑπερβολὴν ἥδεσθαι.
然后我像抱男人一样抱着她,而她做着那件事,亲吻我,喘着粗气,在我看来她快乐极了。
ΚΛΩΝΑΡΙΟΝ Τί ἐποίει, ὦ Λέαινα, ἢ τίνα τρόπον;
克洛纳里翁她做了什么,莱亚娜,或者说以什么方式?
τοῦτο γὰρ μάλιστα εἰπέ.
特别把这个告诉我。
ΛΕΑΙΝΑ Μὴ ἀνάκρινε ἀκριβῶς, αἰσχρὰ γάρ· ὥστε μὰ τὴν οὐρανίαν οὐκ ἂν εἴποιμι.
莱亚娜别细加盘问了,这很丢人;所以,凭着天上的女神起誓,我是不会说的。

词汇与语法注释

  1. §5.1οὐ γὰρ ἂν ἀπεκρύπτου τὰ τοιαῦτα — 语气词 ἄν 与直陈式未完成过去时第二人称单数中动相 ἀπεκρύπτου 连用,构成了针对现在事实相反的虚拟条件句的主句(归结节),暗含“如果你爱我,你就不会隐瞒这些事”。
  2. §5.2ὑπ' ἀνδρῶν μὲν οὐκ ἐθελούσας αὐτὸ πάσχειν — 动词 πάσχειν 在此具有被动含义(“承受”、“遭受”),与介词短语 ὑπ' ἀνδρῶν(“受制于男人”)结合,指代不愿在性行为中扮演被动受纳的角色。代词性中性单数宾格 αὐτό 概指性行为。
  3. §5.3ἐλελήθεις ἡμᾶς — 动词 λανθάνω 的过去完成时第二人称单数形式 ἐλελήθεις 与主格分词 ὤφθη(或在此句中结合了前面的 ἀνήρ τις ὤν),表示“我们不曾察觉你原来是个男人”。这是 λανθάνω 接分词构文的典型用法。
  4. §5.4ἐγεννήθην μὲν ὁμοία ταῖς ἄλλαις ὑμῖν — 形容词 ὁμοία(“相似的”)支配与格短语 ταῖς ἄλλαις ὑμῖν(“你们其他女人”),意为“我出生时与你们其他女人一样”。

引用这一段

琉善, 妓女对话录 §5.1-5.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg069.humanitext-grc3:5.1-5.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。