§4.1ΜΕΛΙΤΤΑ
Εἴ τινα οἶσθα, Βακχί, γραῦν, οἷαι πολλαὶ Θετταλαὶ λέγονται ἐπᾴδουσαι καὶ ἐρασμίους ποιοῦσαι, εἰ καὶ πάνυ μισουμένη γυνὴ τυγχάνοι, οὕτως ὄναιο, παραλαβοῦσα ἧκέ μοι·
梅里塔巴克科斯,如果你知道哪个老婆子,就像人们常说的那些色萨利妇女那样,会念咒语让人重获爱情,哪怕这个女人正处于极其招人怨恨的境地——愿你因此得福——请把她带来,到我这里来。
θαἰμάτια γὰρ καὶ τὰ χρυσία ταῦτα προείμην ἡδέως, εἰ μόνον ἴδοιμι ἐπ' ἐμὲ αὖθις ἀναστρέψαντα Χαρῖνον μισήσαντα Σιμίχην ὡς νῦν ἐμέ.
因为只要我能看到哈里诺斯再次回到我身边,像现在讨厌我一样讨厌西米赫,我甚至乐意送出我的衣服和这些黄金首饰。
ΒΑΚΧΙΣ
Τί φῄς;
巴克科斯你说什么?
οὐκέτι σύνεστε—ἀλλὰ παρὰ τὴν Σιμίχην, ὦ Μέλιττα, καταλιπὼν οἴχεται Χαρῖνος—δι’ ἣν τοσαύτας ὀργὰς τῶν γονέων ἠνέσχετο οὐ βουληθεὶς τὴν πλουσίαν ἐκείνην γῆμαι πέντε προικὸς τάλαντα, ὡς ἔλεγον, ἐπιφερομένην;
你们不再在一起了——哈里诺斯竟撇下你,跑到西米赫那里去了,梅里塔? 他为了西米赫,宁愿承受父母那么大的怒火,也不愿娶那个据说带着五塔兰通嫁妆的富家女?
πέπυσμαι γὰρ ταῦτά σου ἀκούσασα.
因为我记得从你那里听过这些事。
ΜΕΛΙΤΤΑ
Ἅπαντα ἐκεῖνα οἴχεται, ὦ Βακχί, καὶ πέμπτην ταύτην ἡμέραν οὐδ’ ἑώρακα ὅλως αὐτόν, ἀλλὰ πίνουσι παρὰ τῷ συνεφήβῳ Παμμένει αὐτός τε καὶ Σιμίχη.
梅里塔那些都已经过去了,巴克科斯。 这已经是第五天我完全没有见到他了,他和西米赫正在他的同龄朋友潘梅内斯家里一起喝酒呢。
§4.2ΒΑΚΧΙΣ
Δεινά, ὦ Μέλιττα, πέπονθας.
巴克科斯你太惨了,梅里塔。
ἀλλὰ τί καὶ ὑμᾶς διέστησεν;
但究竟是什么把你们分开了?
ἔοικε γὰρ οὐ μικρὸν τοῦτ' εἶναι.
这看起来可不是件小事。
ΜΕΛΙΤΤΑ
Τὸ μὲν ὅλον οὐδὲ εἰπεῖν ἔχω·
梅里塔整个事情的起因连我自己也说不清楚。
πρῴην δὲ ἀνελθὼν ἐκ Πειραιῶς—κατεληλύθει γάρ, οἶμαι, χρέος ἀπαιτήσων πέμψαντος τοῦ πατρός—οὔτε προσέβλεψεν ἐσελθὼν οὔτε προσήκατο ὡς ἔθος προσδραμοῦσαν, ἀποσεισάμενος δὲ περιπλακῆναι θέλουσαν, Ἄπιθι, φησί, πρὸς τὸν ναύκληρον Ἑρμότιμον ἢ τὰ ἐπὶ τῶν τοίχων γεγραμμένα ἐν Κεραμεικῷ ἀνάγνωθι, ὅπου κατεστηλίτευται ὑμῶν τὰ ὀνόματα.
前天他从比雷埃夫斯上来——我想他是因为父亲的差遣,去那里收债的 ——他进门时看也不看我一眼,也没有像往常一样接纳跑过去迎接他的我。 我想要拥抱他,他却把我甩开,说道:“去找你的船主赫尔莫蒂莫斯去吧,或者去读读凯拉梅科斯墙上写的字,那里有你们被公示在石柱上的名字。
Τίνα Ἑρμότιμον, τίνα, ἔφην, ἢ ποίαν στήλην λέγεις;
”我问他:“什么赫尔莫蒂莫斯? 你指的是什么名字、什么石柱?
ὁ δὲ οὐδὲν ἀποκρινάμενος οὐδὲ δειπνήσας ἐκάθευδεν ἀποστραφείς.
” 他却什么也不回答,晚饭也不吃,转过身去就睡了。
πόσα οἴει ἐπὶ τούτῳ μεμηχανῆσθαί με περιλαμβάνουσαν, ἐπιστρέφουσαν, φιλοῦσαν ἀπεστραμμένου τὸ μετάφρενον;
你想想,为了这个,我费了多少心思去拥抱他,拉他转过身来,亲吻他那背过去的脖颈?
ὁ δ’ οὐδ’ ὁπωστιοῦν ὑπεμαλάχθη, ἀλλ’ Εἴ μοι, φησίν, ἐπὶ πλέον ἐνοχλήσεις, ἄπειμι ἤδη, εἰ καὶ μέσαι νύκτες εἰσίν.
但他却丝毫不为所动,反而说:“如果你再烦我,我这就走,哪怕现在是半夜。
§4.3ΒΑΚΧΙΣ
Ὅμως ᾔδεις τὸν Ἑρμότιμον;
” 巴克科斯可是,你真的认识那个赫尔莫蒂莫斯吗?
ΜΕΛΙΤΤΑ
Ἀλλά με ἴδοις, ὦ Βακχί, ἀθλιώτερον διάγουσαν ἢ νῦν ἔχω, εἴ τινα ἐγὼ ναύκληρον Ἑρμότιμον οἶδα.
梅里塔巴克科斯,如果我认得什么船主赫尔莫蒂莫斯,就让我过得比现在还要悲惨吧。
πλὴν ἀλλ’ ὁ μὲν ἕωθεν ἀπεληλύθει τοῦ ἀλεκτρυόνος ᾄσαντος εὐθὺς ἀνεγρόμενος, ἐγὼ δὲ ἐμεμνήμην ὅτι κατὰ τοίχου τινὸς ἔλεγε καταγεγράφθαι τοὔνομα ἐν Κεραμεικῷ· ἔπεμψα οὖν Ἀκίδα κατασκεψομένην·
然而,他大清早鸡刚叫就醒来走了。 我却还记得他说过凯拉梅科斯的某面墙上写着名字,于是我派阿基斯去查看。
ἡ δ’ ἄλλο μὲν οὐδὲν εὗρε, τοῦτο δὲ μόνον ἐπιγεγραμμένον ἐσιόντων ἐπὶ τὰ δεξιὰ πρὸς τῷ Διπύλῳ, Μέλιττα φιλεῖ Ἑρμότιμον, καὶ μικρὸν αὖθις ὑποκάτω, Ὁ ναύκληρος Ἑρμότιμος φιλεῖ Μέλιτταν.
她没有发现别的东西,唯独在双门附近一进去的右手边,看到墙上写着:“梅里塔爱赫尔莫蒂莫斯”,在稍微靠下一点的地方又写着:“船主赫尔莫蒂莫斯爱梅里塔”。
ΒΑΚΧΙΣ
Ὢ τῶν περιέργων νεανίσκων.
巴克科斯哦,这些爱管闲事的年轻人!
συνίημι γάρ.
我明白了。
λυπῆσαί τις θέλων τὸν Χαρῖνον ἐπέγραψε ζηλότυπον ὄντα εἰδώς· ὁ δὲ αὐτίκα ἐπίστευσεν.
有人知道哈里诺斯是个爱嫉妒的人,为了让他难受,故意写了这些;而他立刻就相信了。
εἰ δέ που ἴδοιμι αὐτόν, διαλέξομαι.
如果我在哪里见到他,我会去和他谈谈。
ἄπειρός ἐστι καὶ παῖς ἔτι.
他没什么阅历,还只是个孩子。
ΜΕΛΙΤΤΑ
Ποῦ δ’ ἂν ἴδοις ἐκεῖνον, ὃς ἐγκλεισάμενος ἑαυτὸν σύνεστι τῇ Σιμίχῃ;
梅里塔可你到哪儿去见他呢? 他把自己关起来,和西米赫厮混在一起。
οἱ γονεῖς δὲ ἔτι παρ' ἐμοὶ ζητοῦσιν αὐτόν.
他的父母还在我这里寻找他呢。
ἀλλ’ εἴ τινα εὕροιμεν ὦ Βακχί, γραῦν, ὡς ἔφην· ἀποσώσει γὰρ ἂν φανεῖσα.
但是巴克科斯,就像我说的,要是我们能找到哪个老婆子就好了;她要是出现,就能拯救我们。
§4.4ΒΑΚΧΙΣ
Ἔστιν, ὦ φιλτάτη, ὅτι χρησίμη φαρμακίς, Σύρα τὸ γένος, ὠμὴ ἔτι καὶ συμπεπηγυῖα, ἥ μοί ποτε Φανίαν χαλεπαίνοντα κἀκεῖνον εἰκῆ, ὥσπερ Χαρῖνος, διήλλαξε μετὰ μῆνας ὅλους τέτταρας, ὅτε ἐγὼ μὲν ἤδη ἀπεγνώκειν, ὁ δὲ ὑπὸ τῶν ἐπῳδῶν ἧκεν αὖθις ἐπ' ἐμέ.
巴克科斯亲爱的,确实有一个非常灵验的女巫,是叙利亚人,身体还很硬朗。 有一次法尼亚斯生我的气,也像哈里诺斯一样莫名其妙,在整整四个月后,我都已经放弃希望了,她用咒语又让他回到了我身边。
ΜΕΛΙΤΤΑ
Τί δὲ ἔπραξεν ἡ γραῦς, εἴπερ ἔτι μέμνησαι;
梅里塔那老婆子是怎么做的? 如果你还记得的话,告诉我。
ΒΑΚΧΙΣ
Λαμβάνει μὲν οὐδὲ πολύν, ὦ Μέλιττα, τὸν μισθόν, ἀλλὰ δραχμὴν καὶ ἄρτον·
巴克科斯梅里塔,她的收费并不多,只要一德拉克马和一分面包。
ἐπικεῖσθαι δὲ δεῖ μετὰ τῶν ἁλῶν καὶ ὀβολοὺς ἑπτὰ καὶ θεῖον καὶ δᾷδα.
但必须把七个奥博尔和硫磺、火把与盐放在一起。
ταῦτα δὲ ἡ γραῦς λαμβάνει, καὶ κρατῆρα κεκερᾶσθαι δεῖ καὶ πίνειν ἐκείνην μόνην.
老婆子收下这些,然后必须调制一盆酒,让她一个人喝。
δεήσει αὐτοῦ μέντοι τι τοῦ ἀνδρὸς εἶναι, οἷον ἱμάτια ἢ κρηπῖδας ἢ ὀλίγας τῶν τριχῶν ἤ τι τῶν τοιούτων.
不过,这需要那男人的某件东西,比如衣服、鞋子,或者几根头发之类的东西。
ΜΕΛΙΤΤΑ
Ἔχω τὰς κρηπῖδας αὐτοῦ.
梅里塔我有他的鞋子。
§4.5ΒΑΚΧΙΣ
Ταύτας κρεμάσασα ἐκ παττάλου ὑποθυμιᾷ τῷ θείῳ, πάττουσα καὶ τῶν ἁλῶν ἐπὶ τὸ πῦρ· ἐπιλέγει δὲ ἀμφοῖν τὰ ὀνόματα καὶ τὸ ἐκείνου καὶ τὸ σόν.
巴克科斯把鞋子挂在钉子上,用硫磺熏,再把盐撒在火上;还要同时念出你们两人的名字——他的和你的。
εἶτα ἐκ τοῦ κόλπου προκομίσασα ῥόμβον ἐπιστρέφει ἐπῳδήν τινα λέγουσα ἐπιτρόχῳ τῇ γλώττῃ, βαρβαρικὰ καὶ φρικώδη ὀνόματα.
接着,她从怀里掏出一个旋转陀螺,舌头飞快地转动,念着咒语,吐出些异域而恐怖的名字。
ταῦτα ἐποίησε τότε.
当时她就是这么做的。
καὶ μετ' οὐ πολὺ Φανίας, ἅμα καὶ τῶν συνεφήβων ἐπιτιμησάντων αὐτῷ καὶ τῆς Φοιβίδος, ᾗ συνῆν, πολλὰ αἰτούσης, ἧκέ μοι, τὸ πλέον ὑπὸ τῆς ἐπῳδῆς ἀγόμενος.
没过多久,法尼亚斯——当时也因为同龄朋友们责备他,以及和他在一起的菲比斯向他索要太多东西——就回到了我身边,这大半是受了咒语的引导。
ἔτι δὲ καὶ τοῦτό με σφόδρα κατὰ τῆς Φοιβίδος τὸ μίσηθρον ἐδιδάξατο, τηρήσασαν τὸ ἴχνος, ἐπὰν ἀπολίποι, ἀμαυρώσασαν ἐπιβῆναι μὲν τῷ ἀριστερῷ ἐκείνης τὸν ἐμὸν δεξιόν. τῷ δεξιῷ δὲ τὸν ἀριστερὸν ἔμπαλιν καὶ λέγειν, Ἐπιβέβηκά σοι καὶ ὑπεράνω εἰμί·
此外,她还教了我一个针对菲比斯的强效驱逐魔咒:留意她的脚印,等她离去后,踩在她模糊的足迹上,我的右脚踩在她的左脚印上,反过来,左脚踩在右脚印上,并说:“我把你踩在脚下,我在你之上。
καὶ ἐποίησα ὡς προσέταξε.
” 我就照着她吩咐的做了。
ΜΕΛΙΤΤΑ
Μὴ μέλλε, μὴ μέλλε, ὦ Βακχί, κάλει ἤδη τὴν Σύραν.
梅里塔别耽搁了,别耽搁了,巴克科斯,现在就去叫那个叙利亚女人来!
σὺ δέ, ὦ Ἀκί, τὸν ἄρτον καὶ τὸ θεῖον καὶ τὰ ἄλλα πάντα πρὸς τὴν ἐπῳδὴν εὐτρέπιζε.
阿基斯,你快把面包、硫磺和其他念咒需要的东西都准备好。