§15.1ΚΟΧΛΙΣ
Τί δακρύεις, ὦ Παρθενί, ἢ πόθεν κατεαγότας τοὺς αὐλοὺς φέρεις;
科赫利斯你为什么哭呢,帕尔特尼斯? 还有,你从哪里带回了这弄碎的双簧管?
ΠΑΡΘΕΝΙΣ
Ὁ στρατιώτης ὁ Αἰτωλὸς ὁ μέγας ὁ Κροκάλης ἐρῶν ἐρράπισέ με αὐλοῦσαν εὑρὼν παρὰ τῇ Κροκάλῃ ὑπὸ τοῦ ἀντεραστοῦ αὐτοῦ Γόργου μεμισθωμένην καὶ τούς τε αὐλούς μου συνέτριψε καὶ τὴν τράπεζαν μεταξὺ δειπνούντων ἀνέτρεψε καὶ τὸν κρατῆρα ἐξέχεεν ἐπεισπαίσας.
帕尔特尼斯那个爱着克罗卡勒的高大埃托利亚士兵打了我。 他发现我在克罗卡勒那里吹笛,我是被他的情敌戈尔戈斯雇来的,他砸碎了我的双簧管,掀翻了他们正吃着饭的桌子,还冲进来倒空了混酒缸。
τὸν μὲν γὰρ ἀγροῖκον ἐκεῖνον τὸν Γόργον ἀπὸ τοῦ συμποσίου κατασπάσας τῶν τριχῶν ἔπαιον περιστάντες αὐτός τε ὁ στρατιώτης—Δεινόμαχος, οἶμαι, καλεῖται—καὶ ὁ συστρατιώτης αὐτοῦ·
因为他们揪着那个粗俗的戈尔戈斯的头发把他从宴席上拽下来,那个士兵自己——我想他叫戴诺马科斯——和他的战友围住他,不停地殴打他。
ὥστε οὐκ οἶδα εἰ βιώσεται ὁ ἄνθρωπος, ὦ Κοχλί·
所以,我不知道这人能不能活下来,科赫利斯。
αἷμά τε γὰρ ἐρρύη πολὺ ἀπὸ τῶν ῥινῶν καὶ τὸ πρόσωπον ὅλον ἐξῴδηκεν αὐτοῦ καὶ πελιδνόν ἐστιν.
因为有大量的血从他的鼻子里流出来,他的整张脸都肿了,而且青一块紫一块的。
§15.2ΚΟΧΛΙΣ
Ἐμάνη ὁ ἄνθρωπος ἢ μέθη τις ἦν καὶ παροινία τὸ πρᾶγμα;
科赫利斯那人是疯了,还是这只是醉酒和借酒撒疯的事?
ΠΑΡΘΕΝΙΣ
Ζηλοτυπία τις, ὦ Κοχλί, καὶ ἔρως ἔκτοπος·
帕尔特尼斯是一种嫉妒,科赫利斯,还有一种异乎寻常的狂热。
ἡ Κροκάλη δὲ, οἶμαι, δύο τάλαντα αἰτήσασα, εἰ βούλεται μόνος ἔχειν αὐτήν, ἐπεὶ μὴ ἐδίδου ὁ Δεινόμαχος, ἐκεῖνον μὲν ἀπέκλεισεν ἥκοντα προσαράξασά γε αὐτῷ τὰς θύρας, ὡς ἐλέγετο, τὸν Γόργον δὲ Οἰνοέα τινὰ γεωργὸν εὔπορον ἐκ πολλοῦ ἐρῶντα καὶ χρηστὸν ἄνθρωπον προσιεμένη ἔπινε μετ' αὐτοῦ κἀμὲ παρέλαβεν αὐλήσουσαν αὐτοῖς.
我想,克罗卡勒要求他,如果想独占她就要给两塔兰同,但戴诺马科斯不给,于是当他来的时候,克罗卡勒就把他拒之门外,据说还在他面前砰地关上了门。 然后她接纳了戈尔戈斯,一个来自依诺埃的富裕农夫,他爱了她很久,是个厚道人。 克罗卡勒正和他一起喝酒,并带我去给他们吹笛。
ἤδη δὲ προχωροῦντος τοῦ πότου ἐγὼ μὲν ὑπέκρεκόν τι τῶν Λυδίων, ὁ γεωργὸς δὲ ἤδη ἀνίστατο ὡς ὀρχησόμενος, ἡ Κροκάλη δὲ ἐκρότει, καὶ πάντα ἦν ἡδέα·
酒局已经进行得很热闹了,我正轻轻演奏着一首吕底亚乐曲,农夫也正站起来准备跳舞,克罗卡勒在拍手,一切都很愉快。
ἐν τοσούτῳ δὲ κτύπος ἠκούετο καὶ βοὴ καὶ ἡ αὔλειος ἠράσσετο, καὶ μετὰ μικρὸν ἐπεισέπεσον ὅσον ὀκτὼ νεανίσκοι μάλα καρτεροὶ καὶ ὁ Μεγαρεὺς ἐν αὐτοῖς.
就在这时,听到了嘈杂声和叫喊声,院门被猛烈敲击,不一会儿,大约八个非常强壮的年轻人冲了进来,那个梅加拉人也在其中。
εὐθὺς οὖν ἀνετέτραπτο πάντα καὶ ὁ Γόργος, ὥσπερ ἔφην, ἐπαίετο καὶ ἐπατεῖτο χαμαὶ κείμενος·
于是,一切立刻被掀翻了,戈尔戈斯正如我所说,躺在地上挨打并被践踏。
ἡ Κροκάλη δὲ οὐκ οἶδ’ ὅπως ἔφθη ὑπεκφυγοῦσα παρὰ τὴν γείτονα Θεσπιάδα· ἐμὲ δὲ ῥαπίσας ὁ Δεινόμαχος, Ἐκφθείρου, φησί, κατεαγότας μοι τοὺς αὐλοὺς προσρίψας.
克罗卡勒不知怎么抢先一步逃到了邻居塞斯皮亚斯那里;戴诺马科斯打了我一巴掌,说:“滚吧! ”并把砸碎的双簧管朝我扔过来。
καὶ νῦν ἀποτρέχω φράσουσα ταῦτα τῷ δεσπότῃ·
现在我正跑去把这些告诉我的主人。
ἀπέρχεται δὲ καὶ ὁ γεωργὸς ὀψόμενός τινας φίλους τῶν ἀστικῶν, οἳ παραδώσουσι τοῖς πρυτανεῦσι τὸν Μεγαρέα.
农夫也走了,去见几位城里的朋友,他们要把那个梅加拉人移交给执政官。
§15.3ΚΟΧΛΙΣ
Ταῦτ' ἐστὶν ἀπολαῦσαι τῶν στρατιωτικῶν τούτων ἐραστῶν, πληγὰς καὶ δίκας·
科赫利斯这就是从这些军人情人身上得到的“享受”——挨打和打官司!
τὰ δὲ ἄλλα ἡγεμόνες εἶναι καὶ χιλίαρχοι λέγοντες, ἤν τι δοῦναι δέῃ, Περίμεινον, φασί, τὴν σύνταξιν, ὁπόταν ἀπολάβω τὴν μισθοφοράν, καὶ ποιήσω πάντα.
其他时候他们口口声声说自己是司令官、千夫长,可一旦需要付钱,他们就说:“等发了配给,等我拿到军饷,我就会付清一切。
ἐπιτριβεῖεν δ’ οὖν ἀλαζόνες ὄντες·
”愿这些吹牛的家伙灭亡!
ἔγωγ' οὖν εὖ ποιῶ μὴ προσιεμένη αὐτοὺς τὸ παράπαν.
反正我做得对,根本不接纳他们。
ἁλιεύς τις ἐμοὶ γένοιτο ἢ ναύτης ἢ γεωργὸς ἰσότιμος κολακεύειν εἰδὼς μικρὰ καὶ κομίζων πολλά, οἱ δὲ τοὺς λόφους ἐπισείοντες οὗτοι καὶ τὰς μάχας διηγούμενοι, ψόφοι, ὦ Παρθενί.
让我找个渔夫、水手,或者和我平等的农夫做伴吧,他们懂得一点讨好,却送来很多东西;而这些摇晃着羽冠、讲述自己战绩的家伙,不过是噪音而已,帕尔特尼斯。